Ancient Greek · ~23 min
Τῶν εἰς τὸ κατὰ Ματθαῖον Ὠριμένους ἐξηγητικῶν τόμος ιζ΄.
Origen, Commentarium In Evangelium Matthaei (Lib. 12-17) 6.1-2
Not analysed yet
Ἄλλην παραβολὴν ἀκούσατε. ἄνθρωπος ἦν οἰκοδεσπότης ὃς ἐφύτευσεν ἀμπελῶνα καὶ φραγμὸν αὐτῷ περιέθηκε καὶ ὤρυξεν ἐν αὐτῷ ληνὸν καὶ τὰ ἑξῆς ἕως τοῦ καὶ δοθήσεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς. (Matth. 21, 33—43). Τῷ μὴ ἐπὶ πλεῖον βασανίζοντι τὰ τῆς παραβολῆς μηδὲ ἑκάστην λέξιν ἐξετάζοντι πάνυ σαφὴς εἶναι δόξει οὕτως ἂν διηγήσεως τυχοῦσα. ὁ πρὸ ἡμῶν λαὸς καὶ »μερὶς« ὢν τοῦ θεοῦ ὁ φυτευθεὶς ἦν ἀμπελὼν ὑπὸ τοῦ κατὰ τὴν παραβολὴν οἰκοδεσπότου, καὶ ἡ τοῦ θεοῦ φρουρὰ περὶ αὐτὸν ὁ φραγμὸς ἦν καὶ πύργος μὲν ὁ ναὸς ληνὸς δὲ ὁ τόπος τῶν σπονδῶν, καὶ γεωργοὶ οἱ πρεσβύτεροι καὶ σοφοὶ τοῦ λαοῦ, ἀποδημία δὲ τοῦ δεσπότου ὅτε κύριος ὁ συνὼν αὐτοῖς ἐν νεφέλη »ἡμέρας« καὶ »στύλῳ <πυρὸς«> νυκτός, ἕως αὐτοὺς καταφυτεύσῃ εἰσαγαγὼν »εἰς ὄρος ἅγιον« αὐτοῦ »καὶ εἰς εἰς τὰ σκηνώματα αὐτοῦ«, οὐκέτι οὕτως αὐτοῖς ἐπεφαίνετο. ὁ δὲ ἐγγίσας καιρὸς τῶν καρπῶν ὁ χρόνος ἦν τῶν προφητῶν ἀπι- τούντων τόν καρπὸν ἀπὸ τῶν γεωργῶν καὶ τοῦ ἀμπελῶνος, ἵνα ἤδη δείξωσι παρειληφότες τὸν νόμον τὸ βεβιωκέναι κατ’ αὐτόν. δοῦλοι δέ οἱ πρὸς τοὺς γεωργοὺς πεμφθέντες λαβεῖν τοὺς καρποὺς οἱ πρῶτοι προφῆται, οὓς οἱ ἄρχοντες καὶ σοφοὶ τοῦ λαοῦ ὕβρισον τύπτοντες, τινὰς δὲ καὶ ἀνεῖλον καὶ ἄλλους λιθολεύστους πεποιήκασιν. ἄλλοι δέ μετὰ τούτους δοῦλοι πλείονες τῶν πρώτων ὁ καιρὸς τῶν πολλῶν προφητῶν, ὧν τὰ ὀνόματα ἐν τῇ δευτέρᾳ τῶν Παραλειπομένων γέγραπται καὶ ἐν τῷ Ἱερεμίᾳ καὶ τοῖς Δώδεκα καὶ τῷ Δανιήλ· εἴποι γὰρ ἄν τις καὶ τὸν Ἀνανίαν, Ἀζαρίαν, Μισαὴλ προφητας γεγονεναι. καὶ τούτοις οὖν τοῖς πλείοσι παρὰ τοὺς προτέρους προφήτας ὡσαύτως ἐχρήσαντο, τύπτοντες κοὶ ἀναιροῦντες καὶ λιθοβολοῦντες. τελευταῖον δὲ τὸν υἱὸν αὐτοῦ ἀποστέλλει ὁ οἰκοδεσπότης, τὸν γύριον ἡμῶν Ἰησοῦν Χριστόν, ἐντρέψαι δυνάμενον τὸν ἀμπελῶνα καὶ τοὺς γεωργούς. ἀλλ᾿ οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι καὶ οἱ σοφοὶ τοῦ λαοῦ τὸν υἱὸν ἰδόντες. οὐ πάντη ἀναίσθητοι τῆς ἑαυτῶν γενόμενοι ὑπεροχῆς, κληρο- νόμον εἶναι αὐτὸν ὑπειλήφασι. τολμῶσι δὲ καὶ ἀποκτεῖναι αὐτόν, ἵνα αὐτοὶ κύριοι τοῦ ἀμπελῶνος γένωνται, κοὶ ἐκβαλόντες αὐτὸν καὶ ἐξω κρίναντες τῶν τοῦ Ἰσραὴλ πραγμάτων ἀπέκτειναν. καὶ εὐθέως ὁ τοῦ ἀμπελῶνος κύριος ὃν ἀπέκτειναν ἐπιδημεῖ ἀναστὰς ἐκ νεκρῶν, καὶ κακοὺς κακῶς τοὺς μέν γεωργοὺς ἀπόλλυσιν, ἄλλοις δὲ γεωργοῖς τοῖς ἀποστόλοις ἑαυτοῦ παραδίδωσι τοὺς ἀπὸ τοῦ λαοῦ πιστεύσοντος, τουτέστι τὸν ἀμπελῶνα, οἳ ἀποδιδόασιν ἐν τοῖς ἰδίοις καιροῖς τοὺς καρποὺς τῷ οἰκοδεσπότῃ. εἶτα εἰπόντων μετὰ τὴν παραβολὴν τῶν ἐν τοῖς ἀνωτέρω πυθομένων τὸ ἐν ποίᾳ ἐξουοίᾳ ταῦτα ποιεῖς; «τὰ ἀπὸ τοῦ κακοὺς κακῶς ἀπολέσει αὐτοὺς ὁ σωτὴρ ἀποκρίνεται, διδάσκων αὐτοὺς ἀπὸ τῆς προφητείας ὅτι ὑπ᾿ ἐκείνων μὲν <τῶν οἰκοδόμων> ἀπεδοκιμάσθη, δὲ τῷ θεῷ ἐστιν ἔντιμος καὶ κεφαλὴ τῆς ὅλης οἰκοδομῆς καὶ τῆς κατ᾿ αὐτὴν συνοχῆς, καὶ κεφαλή γε θαυμαστὴ ἐν ὀφθαλμοῖς τῶν εἰδότων βλέπειν αὐτήν. εἶτα, προφητεύων Περὶ τῆς ἀπὸ τῶν ἐθνῶν κλήσεως, φησὶ τοῖς μὴ πιστεύουσιν εἰς αὐτὸν διδασκάλοις Ἰουδαίων· ἀρθήσεται ἀφ᾿ ὑμῶν ἡ βασιλεία τοῦ θεοῦ καὶ δοθήσεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς. Ἀλλ᾿, ὡς προείπομεν ,ὁλοσχερεστέρα τις καὶ οὐ κατὰ λέξιν ἐστὶν ἡ τοιαύτη διήγησις· πρὸς ἣν πολλά τις ἂν »πνευματικὸς« ὢν καὶ ἀνακρίνειν δυνάμενος »πάντα« ἐπαπορήσαι, κρούων τὴν ἀσάφεια<ν αὐτῆς, τουτέστι τὴν> κεκλεισμένην θύραν τῶν ἐνταῦθα κεκρυμμένων νοημάτων, καὶ ὀρθῶς ζητήσας εὕροι καὶ αἰτήσας ἀπὸ τοῦ θεοῦ λάβοι. καὶ ἡμεῖς δὲ κατὰ τὸ μέτριον ἡμῶν τοιαῦτα εἰς τὸν τόπον φανταζόμεθα ὅτι ὁ μὲν οἰκοδεσπότης ἄνθρωπος ὁ θεός ἐστι, περὶ οὗ γέγραπται· »ἐτροποφόρησέ σε κύριος ὁ θεός σου ὡς εἴ τις τροποφορήσαι ἄνθρωπος τὸν υἱὸν αὐτοῦ«. οὕτως γάρ, διὰ τὸ τροποφορεῖν καὶ φέρειν ἐν τῷ ἀνθρώπους ὠφελεῖν τρόπον ἀνθρώπινον τὸν ὠφελοῦντα ἀνθρώπους, ἔν τισι παραβολαῖς λέγεται εἶναι ἄνθρωπος. καὶ ἐνταῦθα μὲν ἄνθρωπος οἰκοδεσπότης καλεῖται διὰ τὸν ἀμπελῶνα καὶ τὸν περικείμενον τῷ ἀμπελῶνι φραγμὸν καὶ τὴν ληνὸν ἣν ὤρυξε καὶ τὸν πύργον ὃν ᾠκοδόμησε καὶ οὓς κέκτηται δούλους καὶ οὓς πέμπει πρὸς τοὺς γεωργοὺς καὶ δεύτερον ἀποστέλλει πλείονας. ὡς οἰκοδεσπότης δἐ ἐξέδοτο γεωργοῖς τὸν ἀμπε -λῶνα. ἀφ᾿ ὧν ἀφελὼν αὐτὸν δίδωσιν ἑτέροις. ἔτι δὲ πόλιν ἐν τοῖς ἀνωτέρω ἄνθρωπος οἰκοδεσπότης εἴρηται διὰ τούτων· ὁμοία γάρ ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ οἰκοδεσπότῃ, ὅστις ἐξῆθεν ἅμα πρωΐ μισθώσασθαι ἐργάτας εἰς τόν ἀμπελῶνα αὐτοῦ«· καὶ ὡς οἰκοδεσπότης γε ἀμπελῶνα ἔχει καὶ μισθοῦται γεωργούς, ἔστι δὲ αὐτῷ καὶ ἐπίτροπος ᾦ λέγει ’»κάλεσον τοὺς ἐργάτας καὶ ἀπόδος τὸν μισθόν, ἀρξάμενος ἀπὸ τῶν ἐσχάτων ἕως τῶν πρώτων«. ἐν δέ τῇ περὶ τοῦ δείπνου παραβολῇ καὶ τῶν γόμων τοῦ υἱοῦ αὐτοῦ καὶ τῆς κλήσεως οὐκ οἰκοδεσπότης ἀλλὰ βασιλεὺς εἴρηται· μείζων γὰρ ἢ οἰκοδεσπότης ἐστὶ πέμπων πέμπων στράτευμα ὡς βασιλεὺς καὶ ἀναιρῶν τοὺς κρατήσαντας »τοὺς τοὺς δούλους αὐτοῦ« καὶ ὑβρίσαντος καὶ ἀποκτείναντας αὐτούς, καὶ ἐν βασιλικῇ ἐξουσίᾳ, οὐχ ὡς οἰκοδεσπότης μόνον, »εἶπε τοῖς διακόνοις« δῆσαι πόδας καὶ χεῖρας« τοῦ εἰσελθόντος εἰς τοὺς γάμους μὴ ἔχοντος »ἔνδυμα γάμου« καὶ ἐκβαλεῖν »αὐτὸν εἰς τὸ ἐξώτερον σκότος«. ὅτε δὲ ἐν τοῖς ἀνωτέρω λέγεται· ἄνθρωπος εἶχε τέκνα δύο«, οὔτε οἰκοδεσπότης οὔτε βασιλεὺς ὠνόμασται ἀλλ’ ἁπλῶς ἄνθρπος. Εἰσὶν οὖν. ὡσπερ πολλαὶ ἐπίνοιαι τοῦ θεοῦ κατὰ τὰς θείας γραφάς, οὕτω καὶ διαφοραὶ τοῦ ἄνθρωπον αὐτόν ὀνομάξεσθαι, ἤτοι ἁπλῶς ἢ οἰκοδεσπότην ἢ βασιλέα. καὶ ταῦτα μὲν κατὰ τὸν Ματθαῖον· κατὰ δέ τὸν Λουκᾶν ἡ ὁμοία τῇ ἐκκειμένῃ παραβολῇ ἄνθρωπον αὐτὸν ὠνόμασεν ἐν τῷ· »ἄνθρωπος ἐφύτευσεν ἀμπελῶνα, καὶ ἐξέδοτο αὐτὸν γεωργοῖς«. ἀλλὰ καὶ Μᾶρκός φησιν· »ἄνθρωπός τις ἐφύτευσεν ἀμπελῶνα, καὶ περιέθηκεν αὐτῷ φραγμόν«. πάλιν τε αὖ ὁ Λουκᾶς τὴν τῆς κλήσεως ἐκτιθέμενος παραβολὴν »ἄνθρωπός τις«, φησίν, ἐποίησε δεῖπνον μέγα, καὶ ἐκάλεσε πολλούς«. κοὶ σὺ δὲ συναγαγὼν εἴ που ὠνό\μασται ἄνθρωπος ὁ θεὸς καὶ »πνευματικὰ πνευματικοῖς« ἐν τῷ περὶ τούτου συγκρίνων λόγῳ καὶ ζητήσας ὀρθῶς τὰ κατὰ τοὺς τόπους, εὕροις ἂν ἀνάλογον τῇ ζητήσει σου πλείονα εἰς τὸ ἄνθρωπον λέγεσθαι τὸν θεόν. οὗτος δὴ ἐφύτευσεν ὁ οἰκοδεσπότης ἄνθρωπος ἀμπελῶνα, ὅντινα ἐπιμελέστερον ζητητέον, μὴ ἀβασανίστως παρερχόμενον τὴν τοσαύτην παραβολήν.