Ancient Greek · ~31 min
Τῶν εἰς τὸ κατὰ Ματθαῖον Ὠριμένους ἐξηγητικῶν τόμος ιζ΄.
Origen, Commentarium In Evangelium Matthaei (Lib. 12-17) 7.1
Not analysed yet
Τις οὖν ὁ ἀμπελὼν ἕτερος ὂν παρὰ τοὺς γεωργοὺς τοὺς πρώτους καὶ τοὺς δευτέρους, ὃν ἐφύτευσεν ὁ οἰκοδεσπότης ἄνθρωπος; ὁ δέ ἀμπελὼν οὗτος πρότερον μέν ἐκοδιδόμενός ἐστι γεωργοῖς ὑβρισταῖς, δεύτερον δέ κατὰ τοὺς ἀποκριναμένους περὶ τοῦ ἀμπελῶνος ἐκδιδόμενος ἄλλοις γεωργοῖς, οἵτινες δώσουσι τους καρπους αυτου εν τοῖς καιροῖς αὐτῶν, κατὰ δὴ τὸν σωτῆρα λέγοντο· ἀρθήσεται ἀφ᾿ ὑμῶν ἡ βασιλεία τοῦ θεοῦ, καὶ δοθήσεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς. ἆρα γὰρ δεήσει τοὐτὸν εἰπεῖν εἶναι τὴν βασιλείαν τοῦ θεοῦ τῷ ἀμπελῶνι, αἰρομένην ἀπὸ τῶν προτέρων <γεωρ γῶν> >διδομένην δέ ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς, ἢ ἄλλο μέν εἶναι τὸν ἀμπελῶνα ἄλλο δέ τὴν βασιλείαν τοῦ θεοῦ; ἴδωμεν δέ πρῶτον, παραστήσαντες ἀπὸ τῆς γραφῆς ὅτι ἀμπελὼν καλεῖται ὁ λαός, εἰ δύναται ἐφαρμόσαι Πάντα τὰ κατὰ τὸν τόπον τῇ τοιαύτῃ διηγήσει. φησὶν οὖν Ἡσαΐας· »ᾄσω δὴ τῷ ἠγαπημένῳ ᾆσμα τοῦ ἀγαπητοῦ τῷ ἀμπελῶνί μου. ἀμπελὼν ἀγενήθη τῷ ἠγαπημένῳ ἐν κέρατι ἐν τόπῳ πίονι. καὶ φραγμὸν περιέθηκα καὶ ἐχαράκωσα, καὶ ἐφύτευσα ἄμπελον σωρὴν« καὶ τὰ ἐξῆς εως του ἐποίησε δὲ ἀνομίαν κοὶ οὐ δικαιοσύνην ἀλλὰ κραυγήν«. Ἐξεθέμην δὴ τὸ ἀπὸ τοῦ Ἡσαΐου ᾆσμα βουλόμενος αὐτὸ συνεξετάσαι <ταύτῃ> τῇ παραβολῇ, κατὰ τοῦ αὐτοῦ κεῖται ὁ ἀμπελὼν σημαινομένου ἐν ἑκατέρᾳ τῇ γραφῆ. καὶ ὅρα, τίνα μὲν ὄμοια ἔχουσιν αἱ ἐκτεθεῖσαι λέξεις τίνα δέ οὐχ ὅμοια, ἵνα βλέπων τὰς διαφορὰς τῶν ὁμοίων πρὸς τὰ ἀνόμοια οὕτως ἐπιστήσῃς τῷ νῷ τῆς γραφῆς. ὅμοιον οὖν |τὸ ἐφύτευσεν ἀμπελῶνα, καὶ φραγμὸν αὐτῷ περιέθηκε καὶ ὤρυξεν ἐν αὐτῷ ληνὸν καὶ ᾠκοδόμησε πύργον τῷ »ἀμπελὼν ἐγενήθη τῷ ἠγαπημένῳ ἐν κέρατι ἐν τόπῳ πίονι. καὶ φραγμὸν περιέθηκα καὶ ἐχαράκωσα, καὶ ἐφύτευσα ἄμπελον σωρήκ, καὶ ᾠκοδόμησα πύργον ἐν μέσῳ αὐτοῦ, καὶ Προλήνιον ὥρυξα ἐν αύτῷ«. παράθες γὰρ τῷ ἐφύτευσεν ἀμπελῶνα τὸ ἐφύτευσα ἄμπελον σωρήκ«, καὶ τῷ φραγμὸν αὐτῷ περιέθηκε τὸ »φραγμὸν περιέθηκα«, καὶ τῷ ὤρυξεν ἐν αὐτῷ ληνὸν τὸ »καὶ προλήνιον ὤρυξα ἐν αὐτῷ«, καὶ τῷ ᾠκοδόμησε πύργον τὸ »καὶ ᾠκοδόμησα πύργον ἐν μέσῳ αυτου«. Κατ’ ἀμφοτέρους δέ τοὺς τό- Πους <ἀνόμοιον> περὶ τῶν καρπῶν λέγεται τοῦ ἀμἀμπελῶνος, παρὰ μέν τῷ Ἡσαΐᾳ ὅτι »ἔμεινα τοῦ ποιῆσαι σταφυλήν, καὶ ἐποίησεν ἀκάνθας«, ἐν δέ τῇ τοῦ εὐαγγελίου παραβολῇ σαφῶς οὐχ ὁ ἀμπελὼν κατηγορεῖται ὡς μὴ δεδωκὼς τοὺς καρποὺς ἐγγίσαντος τοῦ καιροῦ αὐτῶν, ἀλλ᾿ οἱ γεωργοί, οἳ κοὶ λαβόντες τοὺς τοῦ οἰκοδεσπότου δούλους ὃν μὲν ἔδειραν, ὃν δέ ἀπέκτειναν, ὃν δέ ἐλιθοβόλησαν. καὶ ἡνίκα ἀπέστειλεν ἄλλους δούλους πλείονας τῶν πρώτων, πόλιν οἱ γεωργοὶ κατηγοροῦνται ποιήσαντες αὐτοῖς ὡσαύτως. καὶ τρίτον δέ οἱ γεωργοὶ κατηγοροῦνται εἰπόντες· οὗτός ἐστιν ὁ κληρονόμος· δεῦτε ἀποκτείνωμεν αὐτὸν καὶ σχῶμεν τὴν κληρονομίαν αὐτοῦ καὶ ἐκβαλόντες αὐτὸν ἔξω τοῦ τοῦ ἀμπελῶνος καὶ ἀποκτείναντες αὐτόν. καὶ ἐν μέν τῷ Ἡσαΐᾳ αὐτῷ τῷ ἀμπελῶνι ἀπειλεῖ ὁ λόγος λέγων · »ἀφελῶ τὸν φραγμὸν αὐτοῦ καὶ ἔσται εἰς διαρπαγήν, <καὶ> τὸν τοῖχον αὐτοῦ ἔσται εἰς καταπάτημα. καὶ ἀνήσω τὸν ἀμπελῶνά μου, καὶ οὐ μὴ τμηθῇ οὐδέ μὴ σκαφῇ, καὶ ἀναβήσεται εἰς αὐτὸν ὡς ὡς χέρσον ἄκανθα«. ἀλλὰ καὶ ὅτε »ταῖς νεφέλαις« ἐντελεῖ<σθαι ἐπαγγέλλε>ται ται »τοῦ βρέξαι εἰς τὸν ἀμπελῶνα ὑετόν«, τῷ ἀμπελῶνι ἀπειλεῖ, ὅντινα ὁ προφήτης εἶπεν εἶναι τὸν »τοῦ Ἰσραὴλ« οἶκον καὶ τὸν »ἄνθρωπον τοῦ Ἰούδα«, μὴ ποιήσαντα τὸν καρπόν, τὴν »κρίσιν« καὶ τὴν δικαιοσύνην, ποιήσοντα δέ ἀκάνθας, τὴν »ἀνομίαν« καὶ τὴν »κραυγήν«. ἐν δὲ τῷ εὐαγγελίῳ τὸν μὲν ἀμπελῶνα οὐδὲν εὑρίσκομεν πάσχοντα, ἀλλ᾿ (εἰ δεῖ οὕτως εἰπεῖν) μᾶλλον προνοούμενον τοῦ φέρειν τοὺς οἰκείους καρποὺς τῷ οἰκοδεσπότῃ· προνοῶν γὰρ οὗτος τοῦ ἀμπελῶνος αἴρει αὐτὸν τῶν προτέρων γεωργῶν, οἵτινες ἀποκρίνονται τῷ σωτῆρι πυθομένῳ καὶ εἰπόντι ὅταν οὖν ἔλθῃ ὁ κύριος τοῦ ἀμπελῶνος, τί ποιήσει τοῖς γεωργοῖς ἐκείνοις; κοὶ λέγουσιν ,εἴτε ὑπὸ τοῦ λόγου καὶ τῆς ἀκολου- θίας ἀναγκαζόμενοι εἴτε καὶ ἄκοντες (ἵν᾿ οὕτως εἴπω) τὰ περὶ αὑτῶν προφητεύοντες, ὡς ἄρα κακοὺς κακῶς ἀπολέσει ὁ κύριος τοῦ ἀμπελῶνος ἐλθὼν τοὺς γεωργούς, καὶ προνοούμενος τοῦ ἀμπελῶνος ἐκδώσεται αὐτὸν ἄλλοις γεωργοῖς, οἵτινες ἀποδώσουσιν αὐτῷ τοὺς καρποὺς ἐν τοῖς καιροῖς αὐτῶν. ἀλλὰ καὶ ἐν τῷ Ἱερεμίᾳ ἀκολούθως τῷ »ὁ γὰρ ἀμπελὼν κυρίου σαβαὼθ οἶκος τοῦ Ἰσραήλ ἐστι, καὶ ἄνθρωπος τοῦ Ἰούδα νεόφυτον ἠγαπημένον« εἴρηται πρὸς τὸν ἁμαρτάνοντα λαόν· »ἐγὼ δὲ ἐφύτευσά σε ἄμπελον καρποφόρον πᾶσαν ἀληθινήν«, καὶ ἀνάλογον τῷ »ἔμεινα ἵνα ποιήσῃ σταφυλήν, ἐποίησε δὲ ἀκάνθας« καὶ τῷ »ἔμεινα <τοῦ> ποιῆσαι κρίσιν, ἐποίησε δὲ ἀνομίαν καὶ οὐ δικαιοσύνην ἀλλὰ κραυγὴν« τὸ »πῶς ἐστράφη<ς> εἰς πικρίαν, ἡ ἄμπελος ἡ ἀλλοτρία; «Οὐκοῦν ὁρᾷς ἐν μὲν ταῖς προφητικαῖς λέξεσι τὸν λαὸν λέγόμενον εἶναι ἀμπελῶνα καὶ τὸν φυτεύσαντα αὐτὸν ἀπειλοῦντα καὶ λέγοντα αὐτῷ· »ἀφελῶ τὸν φραγμὸν αὐτοῦ, καὶ ἔσται εἰς διαρπαγὴν« καὶ τὰ λοιπά, ἐν δὲ τοῖς εὐαγγελικαῖς οὐδεμίαν μέν μέμψιν προσαγομένην τῷ ἀμπελῶνι πᾶσαν δέ τοῖς γεωργοῖς, καὶ πρὸς τῷ μηδεμίαν εἶναι ἀπειλὴν τῷ ἀμπελῶνι καὶ πρόνοιαν αὐτοῦ γινομένην, ἵνα διδῷ τῷ οἰκοδεσπότῃ τοὺς καρποὺς ἐν τοῖς καιροῖς αὐτῶν. καὶ οὐκ ἂν δύναιο, τὴν ἀκρίβειαν βουλόμενος σῶσαι τῆς εὐαγγελικῆς γραφῆς, τρανῶς παραστῆσαι ὅτι ἀμπελὼν ὁ λαὸς ἦν. ἀλλὰ μήποτε ὁ κατὰ τὸ εὐαγγέλιον ἀμπελὼν ἡ βασιλεία ἐστὶ τοῦ θεοῦ, ἡ αὐτὴ (οἶμαι) τυγχάνουσα τῇ τῶν μετ’ ἐπισκοπῆς θεοῦ διδασκαλίᾳ. τὸ γὰρ ἀρθήσεται ἀφ᾿ ὑμῶν ἡ βασιλεία τοῦ θεοῦ καὶ δοθήσεται ἔθνει ποιοῦντι τοὺς |καρποὺς αὐτῆς ἐπιφερόμενον τῇ περὶ τοῦ ἀμπελῶνος παραβολῇ σαφῶς (οἶμαι) δηλοῖ τὰ μυστήρια τῆς τοῦ θεοῦ βασιλείας λέγεσθαι εἶναι τὸν ἀμπελῶνα, ὃν ἐφύτευσεν ὁ οἰκοδεσπότης ἄνθρωπος. τοῦτον δὴ τὸν ἀμπελῶνα, ὄντα (ὡς οἶμαι) νόμον καὶ προφήτας καὶ πᾶσαν τὴν θείαν γραφήν, ἐξέδοτο ὁ κύριος τοῦ ἀμπελῶνος γεωργοῖς ’προτέροις μέν τῷ λαῷ ἐκείνῳ καὶ γὰρ πρῶτοι »ἐπιστεύθησαν τὰ λόγια τοῦ θεοῦ«), δευτέροις δέ ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς, τῇ ἀπὸ τῶν ἐθνῶν ἐκκλησίᾳ. ἀλλ᾿ ἔργον ἐξομαλισαι ουτω νοουμενου του κατα τὸ εὐαγγέλιον ἀμπελῶνος τὸν περιτεθέντα αὐτῷ φραγμόν, οὐδέν πάσχοντα ὁποῖον <ὁ> ἐν Ἡσαΐᾳ φραγμός, φραγμός, οὗ γέγραπται· »ἀφελῶ τὸν φραγμὸν αὐτοῦ καὶ ἔσται εἰς διαρπαγήν«, κοὶ τὴν ὀρυχθεῖσαν ἐν αὐτῷ ληνὸν καὶ τὸν οἰκοδομηθέντα πύργον. Κοὶ ὅρα εἰ δυνάμεθα τὴν μὲν κατὰ τὴν θείαν γραφὴν φυσιολογίαν τὸν ἀμπελῶνα εἰπεῖν, τὸν δέ ἀκόλουθον τῇ ἀληθεῖ φυσιολογίᾳ βίον ἐν ἀρετῇ καὶ καλλίστοις ἤθεσι καρποφοροῦντα λέγειν εἶναι τὸν τοῦ ἀμπελῶνος καρπόν, τὸν δὲ λογικὸν τόπον καὶ πᾶν τὸ γράμμα τῆς γραφῆς τὸν φραγμὸν εἶναι τοῦ ἀμπελῶνος περικείμενον ἔξωθεν ὡς μὴ κατοπτεύεσθαι τοῖς ἔξωθεν τὸν ἀμπελῶνα καὶ τὸν ἐν κρυπτῷ μάλιστα καρπὸν αὐτοῦ, τὸ δὲ βάθος ***τῆς δεχομένης τοὺς καρποὺς τούτους ψυχῆς πᾶν ἐπιπόλαιον ἀποβαλούσης τὴν ὀρυχθεῖσαν εἶναι ἐν τῷ ἀμπελῶνι ληνόν. ὁ δὲ οἰκοδομηθεὶς ἐν τῷ ἀμπελῶνι πύργος, ἀνάστημα ἔχων καὶ δίαρμα καὶ ὕφος ὑπέρ τὸν ἀμπελῶνα καὶ τὸν φραγμὸν καὶ τὴν ληνόν, ὁ περὶ θεοῦ οἶμοι) λόγος ἐστί, ναὸς ὢν τοῦ ἐν αὐτῷ Μου νοῦ. καὶ περὶ τοιούτου νομίζω λελέχθαι πύργου ὑπὸ τοῦ σωτῆρος το τίς ἐξ ὑμῶν βουλόμενος πύργον οἰκοδομῆσαι οὐχὶ πρῶτον ψηφίζει«, εἰ δύναται θεῖναι τὸν θεμέλιον καὶ ἐκτελέσαι, »ἴνα μὴ« »ἄρξωνται οἱ θεωροῦντες ἐμπαίζειν« τῷ μὴ τελειώσαντι; διὰ γὰρ παραβολῆς κἀκεῖ δοκεῖ μοι λέγεσθαι ὅτι μέλλων θεολογεῖν σκόπησον, εἰ δύνασαι ἀρξάμενος πάντα ἃ ἀπαιτεῖ σε ὁ λόγος εἰς θεολογίαν τελειῶσαι, ἴνα μὴ ἀρξάμενος τῶν τῆς εὐσεβείας δογμάτων ἀτελῆ καταλίπῃς τὸν περὶ θεοῦ πύργον καὶ στεφάνην αὐτῷ μὴ ἐποικοδομήσῃς· εἰ γὰρ στεφάνην οὐκ ἐποικοδομήσεις, πεσεῖταί τις ἀπὸ τῆς περὶ θεοῦ ἐννοίας καὶ ἀπο- θανεῖται. τοῦτον δὴ τὸν (ὡς ἀποδεδώκαμεν) ἀμπελῶνα ἐξέδοτο γεωργοῖς, τῷ πρὸ ἡμῶν λαῷ, ὁθεός, καὶ ἀπεδήμησεν εἰς τὴν ἑαυτοῦ περιωπήν ,δοὺς ἀφορμὰς τοῖς γεωργοῖς, ἐξ ὧν αὐτὸς ἐφύτευσε καὶ περιέθηκε καὶ ὤρυξε καὶ ᾠκοδόμησε, τοῦ φέρειν τοὺς καρποὺς ἐν τοῖς καιροῖς αὐτῶν. ἤγγισαν μὲν οὖν καθ᾿ ἕκαστον οἱ καιροὶ τῶν καρπῶν, οἶμαι δ᾿ ὅτι καὶ <γενικῶς> ὅλῳ τῷ λαῷ. τὸ δὲ ἐγγίσαι τοὺς καιροὺς τῶν καρπῶν ἀκριβῶς μὲν διηγήσασθαι ἕξεως μείζονός ἐστιν ἢ καθ᾿ ἡμᾶς καὶ καρδίας πολλῷ καθαρωτέρας καὶ διορατικ<ωτέρ>ας παρ᾿ ἡμᾶς. ὅμως δὲ κατὰ δύναμιν ἐπιβαλοῦμεν οὕτως τῷ τόπῳ, ἀρξάμενοι ἀπὸ τῶν καθένα.