Ancient Greek · ~6 min
Τῶν εἰς τὸ κατὰ Ματθαῖον Ὠριμένους ἐξηγητικῶν τόμος ιζ΄.
Origen, Commentarium In Evangelium Matthaei (Lib. 12-17) 5
Not analysed yet
Μετὰ δέ τὴν παραβολὴν ἐπιφέρεται πρὸς μὲν τὸν εἰπόντα οὐ θέλω καὶ ὕστερον μεταμεληθέντα καὶ ἀπελθόντα τὸ ἀμὴν λέγω ὑμῖν ὅτι οἱ τελῶναι κοὶ αἱ πόρνοι προάγουσιν ὑμᾶς εἰς τὴν βασιλείαν τοῦ θεοῦ, πρὸς δἐ τὸν εἰπόντα ἐγὼ κύριε καὶ μὴ ἀπελθόντα τὸ ἦλθε γὰρ Ἰωάννης πρὸς ὑμᾶς ἐν ὁδῷ δικαιο- σύνης, καὶ οὐκ ἐπιστεύσατε αὐτῷ. καὶ πόλιν πρὸς μὲν τὸν πρότερον· οἱ δέ τελῶναι καὶ αἱ πόρνοι ἐπίστευσαν αὐτῷ, πρὸς δἐ τὸν εἰπόντα· ἐγὼ κύριε καὶ μὴ ἀπελθόντα κοὶ τὸ ὑμεῖς εὲ ἰδόντες οὐ μετεμελήθητε ὕστερον του πιστευσαι εν αυτῳ. ἐπιστήσας δέ τις τοῖς ἀπὸ μοχθηροτάτου βίου προσερχομένοις τῷ λόγῳ καὶ πιστεύουσι τῷ χριστῷ καὶ τοῖς αὐχοῦσι τὸν νόμον καὶ τοὺς προφήτας κοὶ ἀπιστοῦσι τῷ υἱῷ τοῦ θεοῦ καὶ ἀκολάστως βιοῦσι καὶ ὠμοτέροις πρὸς τοὺς ὁμοφύλους τυγχάνουσιν, ὄψεται τὸν Ἰησοῦ λό- γον ἀληθῆ, ὅτι οἱ μέν τελῶναι καὶ αἱ πόρναι προάγουσι τὸν Ἰσραὴλ εἰς τὴν βασιλείαν τοῦ θεοῦ. ὁ δέ ἰδὼν τὸν Ἰησοῦν ἐκεῖνος Ἰσραὴλ οὐδέ μέχρι δεῦρο μεταμε- λεῖται, ἵνα κἂν ὕστερον πιστεύσῃ τῇ ἀληθείᾳ. πρόσχες δὲ καὶ τῷ προάγουσιν εἰς εἰς τὴν βασιλείαν τοῦ θεοῦ, οὐκ ἀποκλείοντι τὸν Ἰσραὴλ εἰσέρχεσθαί <ποτε> εἰς τὴν τοῦ θεοῦ· οὐδεὶς γὰρ προάγει τὸν οὐδαμῶς ἐσόμενον ἐν ἐκείνῳ τῷ τόπῳ, ἐν ᾧ προῆξεν. ὅρα οὖν μήποτε ἐμφαίνεται ὅτι, ὅταν »τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ«, τότε »πᾶς Ἰσραὴλ σωθησεται«. νοείσθω δὲ ὁ Ἰσραὴλ οὐχ ὁ »κατὰ σάρκα«, |ἀλλ᾿ ὁ ἐν τῇ εὐγενείᾳ τῆς ψυχῆς χαρακτηριζόμενος καὶ ἔχων μέν τὸ εὐφυές πρὸς σύνεσιν καὶ τὸ διορατικόν, οὐ μὴν ἀξίως τῆς εὐφυΐας ἀνατραφεὶς ἐν πίστει κοὶ βίῳ ἀγαθῷ.