Ancient Greek · ~8 min
Τῶν εἰς τὸ κατὰ Ματθαῖον Ὠριμένους ἐξηγητικῶν τόμος ιζ΄.
Origen, Commentarium In Evangelium Matthaei (Lib. 12-17) 8
Not analysed yet
Καὶ νοείσθω ἐν ἑκάστῃ ψυχῇ ὁ λόγος ἄμπελος πεφυτευμένη ὑπὸ τοῦ οἰκοδεσπότου, καὶ ἀμπελὼν αἱ ἀφορμαὶ πάντων <τῶν> ἀναγκαίων εἰς σωτηρίαν προβλημάτων. ὥσπερ οὖν ἐπὶ τῶν ἀμπέλων ἐστί τις καιρὸς ὅτε ἐκφύει φύλλα, καὶ ἄλλος ὅτε τὰς ἀρχὰς τῶν καρπῶν δείκνυσιν ἔτι βραχείας, καὶ ἄλλος ὅτε κυπρίζει τὰ δειχθέντα, <καὶ ἄλλος ὅτε ὀμ- φακίζει> καὶ ἄλλος ὅτε καὶ ἄλλος ὅτε καιρός ἐστι τοῦ τρυγᾶν τετελειωμένους τοὺς καρποὺς καὶ ἑτοίμους πρὸς τὸ φέρειν οἴνου ποιότητα —οὕτως ὁ μὲν πρῶτος τῶν ἀνθρώπων τῆς ζωῆς καιρὸς κατὰ τὴν νηπιότητα ἐχέτω τὴν ἄμπελον οὐδὲν περικειμένην ἀλλὰ μόνον ἔχουσαν τὸ ζωτικόν· εἶτ᾿ ἐπὰν ὁ λόγος συμπληροῦσθαι ἄρχηται, ὁ καιρὸς ἔστω τῆς πρώτης ἀνθήσεως, ὅσον δὲ προκόπτει γεωργουμένη ἡ ψυχὴ τοσοῦτον κοὶ ὁ γεωργούμενος ἀμπελὼν δείγματα φέρει φέρει μελλόντων βοτρύων, κυπριζόντων μέν κοὶ ἀσμὴν εὐωδίας μελλούσης ἀρετῆς) φερόντων κατ᾿ ἀρχάς, ὕστερον δέ ἤδη καὶ ὀμφακιζόντων, ὅτε κακία μὲν <νεότητι ἔν>εστιν οὐχ ἡ παραμένουσα δέ ἀλλ᾿ ἡ ἀναγκαίως ὑγισταμένη καὶ οὐδέποτε νευομένη ἐπὶ τὸ χεῖρον, ἀλλ᾿ ἀεὶ (εἰ δεῖ οὕτως ἐπ᾿ ἀρετὴν ὁδεύουσα. ἐὰν δὲ παραμένῃ ἡ κακία, καὶ μὴ χρησώμεθα ἄλλῃ ὡς ἐπ᾿ ἀρετὴν διοδῳ ἀεὶ αὐτὴν ἐπὶ τὴν ἐπ᾿ ἀρετῇ προκοπὴν ἄγοντες, γίνεται ὄμφαξ, δν φαγων τις κατα τον προφητην αἱμωδιᾷ. ἐπὶ πλεῖον δέ τις προκόπτων οἱονεὶ περκάζουσαν μέν οὐδέπω δέ τετελειωμένην ἔχει τὴν σταφυλήν. ἔστι δέ τις >μετὰ τὴν προκοπὴν κατάστασις σπουδαία, ὅτε ἡ γεωργηθεῖσα ἄμπελος φέρει τὸν καρπόν, βότρυος ἀγάπης τελείους καὶ χαρᾶς καὶ εἰρήνης καὶ μακροθυμίας καὶ τῶν λοιπῶν, ἃ παρὰ τῷ ἀποστόλῳ κατείλεκται καὶ ἐν μυρίαις ἄλλαις γραφαῖς. ἔστι γάρ τις βότρυς κατὰ το »μακαριοι οι πτωχοι τῳ πνευματι« καὶ ἄλλος κατὰ τὸ »μακάριοι οἱ πενθοῦντες« καὶ ἄλλος κατὰ τὸ »μακάριοι οἱ πραεῖς« καὶ ἄλλος κατὰ τὸ μακάριοι οἱ εἰρηνοποιοὶ» καὶ ἄλλος κατὰ τὸ »μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ«. καὶ τί με δεῖ καταλέγειν τοὺς αἰτίους τῶν μακαρισμῶν βότρυας; ταῦτα δέ ἐπὶ Πλεῖον ἐξήτασα ἅτε τὸ ὅτε ἤγγισεν ὁ καιρὸς τῶν καρπῶν, νοῆσαι καὶ σαφηνίσαι θέλων.