Ancient Greek · ~47 min
<Ὡριγένους> τῶν εἰς τὸ Ματθαῖον εὐαγγέλιον ἐξηγητι- κῶν τόμος ιζ΄.
Origen, Commentarium In Evangelium Matthaei (Lib. 12-17) 8.1
Not analysed yet
πλὴν τούτων λεχθέντων ὑπὸ τοῦ σωτῆρος πρὸς τὴν ἀξίωσιν τῆς μητρὸς Ἰωάννου καὶ Ἰακώβου ἢ αὐτῶν τῶν υἱῶν Ζεβεδαίου ἀκούσαντες (φησὶν) οἱ δέκα ἠγανάκτησαν περὶ τῶν δύο ἀδελφῶν ὡς ἀξιωσάντων προτιμηθῆναι τῶν λοιῶν. παρατήρει δ’ ὅτι καὶ Ἰούδας ἐν τοῖς ἀγανακτοῦσιν ἠν (καὶ ανέγραψε τοῦτο καὶ ὁ Μᾶρκος). εἰ δὲ ἐν τοῖς ἀγανακτοῦσιν ἦν μετὰ τῶν λοιπῶν ἐννέα, μήποτε ἔτι οὐδέ- πω βεβλήκει ὁ διόβολος εἰς τὴν καρδίαν« αὐτοῦ, ἵνα αὐτὸν« τὸν κύριον ἡμῶν »παρδῷ«, ’ἔτι γΑ τῇ προαιρέσει εἷς τοῖν ποστόλων ὁ Ἰούδος ἦν. πολλὰ δέ περὶ αὐτοῦ ἐν τοῖς πρὸ τού- των εἰπόντες, νῦν οὐκ ἐποναλαμβό- νομεν περὶ τοῦ κατασκευάοοι ὅτι Ἰούδας προαιρέσεως έὸν ὁποίας Λ́αὶ οἱ λοιποὶ πέπτωκε κοὶ ἐνέπεσεν εἰς τὴν παγίδα τοῦ πονηροῦ, γΑ φιλαρ- γυρήσας καὶ προδοὺς τὸν σο)τῆρα. Ὁ δὲ Ἰησοῦς προδκαλεσάμενος αὐτοὺς εἶπεν· οἴδατε ὅτι οἱ ἄρχοντες τῶν ἐθνῶν κατακυριεύουσιν αὐτῶν καὶ <τὰ> ἔως τοῦ καὶ δοῦναι τὴν Ψυχὴν αὑτοῦ λύτρον ἀντὶ πολλῶν (20, –28). τούτοις τὰ ἰσοδυναμοῦντα καὶ ὁ Μᾶρκος ἀνέγραφεν. ἐτηρήσαμεν δὲ ὥνπερ ἐπ’ ἄλλων πλεόνων καὶ τὴν τάξιν τῶν ἀναγεγραμμένο)ν τη- ροῦντας Ματθαῖον καὶ Μάρκον, ἕτε θεραπειῶν ἕτε λόγων, οὕτο)ς καὶ ἐνταῦθα. ἑξῆς γὰρ τὰ ἀπὸ τοῦ »μέλλων δέ ὁ Ἰησοῦς ἀναβαίνειν εἰς Ἱεροσόλυμα κοὶ] παρέλαβε τοὺς δώδεκα κατ’ ἰδαν« μέχρι τοῦ »εὐθέως δέ ἀποστέλλει αὐτοὺς« πάντα τῇ τάξει τετήρηκε καὶ ὁ Μάρκος ἀπὸ τοῦ ἦσαν δέ ἐν τῇ ὁδῷ ἀναβαίνοντες εἰς Ἱεροσόλυμα« μέχρι τοῦ »εὐθέως αὐτὸν ἀποστέλλει πάλιν ὧδε«. σὺ δέ πορευθεὶς τὰ εὐαγγέλια ἀλλήλοις κατὰ τοὺς τόπους τούτους καὶ συγκρίνων αὐτοὺς εὑρήσεις τὸ λεγόμε- νοι· . καὶ ὁ Λουκᾶς μέντοι ἐκ μέρους τὸ ὅμοιον ἀνέγραφε προτάξας αὐτῶν τὸ ἐγένετο δέ φιλονεικία αὐτῶν, τὸ τίς αὐτῶν <ὰν εἴ> η μείζων«. ἐν τούτοις γὰρ ἐπιφέρει· »ὁ δέ εἷπεν αὐτοῖς· οἱ βασιλεῖς τῶν ἐθνῶν κυριεύουσιν αὐτῶν, καὶ οἱ ἐξουσιάζοντες αὐτῶν εὐεργέται καλοῦνται. ὑμεῖς δέ οὐχ οὕτως« καὶ τὰ ἑξῆς. ταῦτα μέν οὖν λελέχθω, ἵν’ ἡμᾶς μὴ λανθάνῃ τὰ περὶ τῆς ἰσοδυναμίας τῶν κατὰ τὸν τόπον τετηρημένης Ματθαίῳ καὶ Μάρκῳ, καὶ ἐκ μέρους τῷ Λουκᾷ. ἤδη δὲ καὶ τὴν διάνοιαν τῶν λεγομένων ἡμῖν ἐξεταστέον. Προείρηται ὅτι τῶν παρὰ τῷ Ἰησοῦ πρωτείων ἐπεδικάζοντο Ἰάκωβος καὶ Ἰωάννης, καὶ ἠξίουν λαβεῖν τὸ καθίσαι ἐκ δεξιῶν καὶ ἐξ εὐωνύμων αὐτοῦ ἐν τῇ βασιλείᾳ αὐτοῦ ἢ ἡ μήτηρ αὐτῶν τοῦτο ᾔτει περὶ αὐτῶν), καὶ λέλεκται ὅτι ἐπὶ τούτοις, ὡς καὶ αὐτοὶ τῶν παρὰ τῷ Ἰησοῦ πρωτείων ἐπιδικαζόμενοι, οἱ λοιποὶ »ἠγανάκτησαν δέκα«, εἰ ὑφαρπάζειν βούλονται Ἰάκωβος κα Ἰωάννης, ὡς ὑπὲρ τοὺς λοιποὺς δέκα ὄντες, τὴν πρὸς τὸν Ἰησοῦν κατὰ τὴν δόξαν ἐγγύτητα. τούτων δὲ προειρημένων κατὰ τὸ εὔλογον ὁ Ἰησοῦς προσκαλεπιται ἤτοι τοὺς ἀγανακτήσαντας δέκα, ἢ καὶ μετὰ τῶν λοιπῶν δύο, κοὶ διδάσκει τὴν ὁδὸν καθ’ ἣν μέγας καὶ πρῶτός τις ἔσται παρὰ τῷ θεῶ. τὸ δὲ λεγόμενον τοιοῦτον ἦν ὅτι οἱ μέν τῶν ἐθνῶν ἄρχοντες ἢ δοκοῦντες« αὐτῶν »ἄρχειν«) οὐκ ἀρκούμενοι τῷ κυριεύειν τῶν ὑποτεταγμένων, βιαιότερον αὐτῶν κρατεῖν θέλοντες καὶ κατακυριεύουσιν αὐτῶν. ὁμοίως δὲ καὶ οἱ ὡς κατὰ τὴν ἐν τῷ βίῳ τούτῳ ἀξίαν ἐν τοῖς ἔθνεσι μεγάλοι οὐχ ἵστανται ἐπὶ τοῦ ἐξουσιάζειν τῶν ὑπηκόων, ἀλλὰ κατεξανιστάμενοι αὐτῶν κατεξουσιάζουσιν αὐτῶν. ἐν ὑμῖν δὲ τοῖς ἐμοῖς γνωρίμοις μὴ ἔστω ταῦτα, μηδὲ οἱ ἀρχήν τινα ἐγκεχειρισμένοι τῶν εἰς ἐμέ πιστευόντων ἢ ἐξουσίαν ἐν ἐκκλησίᾳ τοῦ πατρός μου καὶ θεοῦ ἔχειν νενομισμένοι κατακυριευέτωσαν τῶν ἰδίων ἀδελφῶν ἢ κατεξουσιαζέτωσαν τῶν ἐπὶ τὴν δι’ ἐμοῦ θεοσέβειαν καταπεφευγότων. ἀλλ’ εἴπερ βούλεταί τις παρὰ τῷ πατρί μου κριθῆναι μέγας καὶ συγκρίσει τῶν ἑαυτοῦ ἀδελφῶν ὑπερέχων, πᾶσι διακονείτω ὧν βούλεται εἶναι μεί(ων. εἰ δὲ καὶ τῶν παρ’ ἐμοὶ πρωτείων τις ὀρέγεται, ἴστω μηδενὸς ἔσεσθαι πρῶτος, ᾧ πορὸν δουλεύειν μὴ ἐδούλευσε δουλείαν τὴν κοὶ ἐν μετριότητι καὶ τῇ ἐπαιντῇ ταπεινότητι, τόν τε δουλεύοντα ὠφελπῆσαι δυναμένην ὀνῆσαι δὲ ἢ ἀναπαῦσαι καὶ τοὺς δουλευομένους. ὁ δὲ Λουκᾶς βασιλεῖς καὶ ἐξουσιάζοντας ἐθνῶν προλαμβάνει εἰς τὸν λόγον, ἀποτρέπον τόν βουλόμενον εἶναι ἐν τοῖς ἀδελφοῖς μείζονα μιμεῖσθαι τὴν βασιλικὴν ἐξουσίαν ἢ τὴν τῶν ἐξουσιαζόντων τῆς κολακείας ἐπιθυμίαν, διδάσκων <δ᾿ >ἡμᾶς ἵν ὁ μὲν ἀληθῶς ἐν ἡμῖν »μείζων« γένη- ται ὡς ὁ νεώτερος« τουτέστιν ὡς παιδίον) ἁπλότητος κοὶ ἰσότητος χάριν, ὁ δὲ »ἠγούμενος οὕτω δὲ οἶμαι ὀνομάζειν τὸν καλούμενον ἐν τοῖς ἐκκλησίαις ἐπίσκοπον) ὡς ὁ« τοῖς ὑπηρετουμένοις διακονούμενος. Καὶ ταῦτα μὲν ὁ τοῦ θεοῦ διδάσκει ἡμᾶς λόγος. ἡμεῖς δὲ ἤτοι μὴ νοοῦντες τό βούλημα τῆς διδασκαλίας ἐν τούτοις Ἰησοῦ ἢ καταφρονοῦντες τῶν τηλικούτων ὑποθηκῶν τοῦ σωτῆρος, τοιοῦτοί ἐσμεν ὡς ἐνίοτε κοὶ τὸν τῶν κακῶς ἀρχόντων ἐν τοῖς ἔθνεσιν ὑπερβάλλειν τῶφον καὶ μονονουχὶ ζητεῖν ὅς οἱ βασιλεῖς δορυφόρους, κοὶ φοβεροὺς ἑαυτοὺς καὶ δυσπροσίτους μάλιστα τοῖς πένησι κατασκευάζοντες, τοιοῦτοί εσμεν προς αυτους, ἐντυγχάνοντας ἡμῖν καὶ περί τινων ἀξιοῦντας, ὡς οὐδὲ οἱ τύραννοι καὶ ώμότεροι τῶν ἀρχόντων πρὸς τοὺς ἱκέτας. καὶ ἔστι γε ἰδεῖν ἐν πολλαῖς νομιζομέναις ἐκλησίαις, καὶ μάλιστα ταῖς τῶν μει(όνων πόλεων, τοὺς ἡγουμένους τοῦ λαοῦ τοῦ θεοῦ μηδεμίαν ἰσολογίαν Ι <ἔχοντας ἢ πρὸς αὑτοὺς ἔχειν> ἐπιτρέποντος, ἔσθ’ ὅτε κοὶ τοῖς καλλίστοις τῶν Ἰησοῦ μαθητῶν ***εἶναι πρὸς αὐτούς. κοὶ ὁ μὲν ἀπόστολος τοῖς κυρίοις περὶ τῶν οἰκετῶν ἐντολὴν δίδωσι λέγων· »οἱ κύριοι, τὸ δίκαιον καὶ τὴν ἰσότητα τοῖς δούλοις παρέχεσθε, εἰδότες ὅτι καὶ ὑμεῖς ἔχετε κύριον ἐν οὐρανῷ«· διδάσκει δέ καὶ ἀνιέναι τὴν ἀπειλὴν τοὺς δεσπότας κατὰ τῶν οἰκετῶν. ἔστι δέ τινας ἰδεῖν <ἐπισκόπου> ὠμῶς ἀπειλοῦντας, ὁτέ μέν προφάσει ἁμαρτίας, ὁτέ δὲ τῷ καταφρονεῖν τῶν πτωχῶν, παρὰ τὸν ἀποστολικὸν λόγον ἐν ᾦλέλεκται· »δεξιὰς ἔδωκαν ἐμοὶ καὶ Βαρνάβᾳ κοινωνίας, ἵνα. ἡμεῖς εἰς τὰ ἔθνην, αὐτοὶ δὲ εἰς τὴν περιτομήν· μόνον τῶν πτωχῶν ἵνα μνημονεύω- μεν«, καὶ πόλιν τὴν πρὸς τοὺς ὑποχερίους ἰσότητα μήτε ἐννοοῦντας μήτε φανταζομένους ὅτι καθήκει ἀτυφίαν Λ· οὶ ἰσότητα μάλιστα Χριστιανοῖς ἐμπολιτεύεσθαι, κοὶ ἐξαιρέτως ἐν τοῖς ὑπεροχήν τινα ὀνόματος ἐκκλησιαστικοῦ φοροῦσι· γέγραπται γάρ· »ὅσῳ μέγας εἶ, τοσούτῳ ταπείνου σεαυτόν, κοὶ ἔνοντι κυρίου εὑρήσεις χάριν«. ἐχρῆν δ’ ἡμᾶς εἰδέναι καὶ τὸ ἐν Παροιμίαις οὕτως εἰρημένον· πρὸ συντριβῆς ὑψοῦται καρδία ἀνδρός, καὶ πρὸ δόξης ταπεινοῦται«, ἐκκλίνειν δέ καὶ τὸ περιπεσεῖν τῷ <μέγα> φρονῆσαι ἢ εἰπεῖν λόγον, ὃν εἶπεν ὁ »θέλων ἑαυτὸν δικαιῶσαι« πρὸς τὸν Ἰησοῦν διδάξαντα τὸ »ἀγαπήσεις τὸν πλησίον σου ὡς ἑαυτόν«, ὃς οὐκ ᾐδέσθη τῷ σωτῆρι εἰπεῖν· »καὶ τίς ἐντί μου πλησίον; «ἔδει δὲ καὶ ἀπὸ Παύλου ἀνεγνωκέναι τὸ »δυνάμενοι ἐν βάρει εἶναι ὡς Χριστοῦ ἀπόστολοι, ἐγενήθημεν ἤπιοι ἐν μέσῳ ὑμῶν, ὡς ἐὰν τροφὸς θάλπῃ τὰ ἑαυτῆς τέκνα«. ἐχρῆν μιμήσασθαι καὶ τὸ »ἢ ἁμαρτίαν ἐποίησα ἐμαυτὸν ταπεινῶν ἵνα ὑμεῖς ὑψωθῆτε«; Οἱ ἄρχοντες οὖν τῶν μὲν Μνῶν κατακυριευέτωσαν αὐτῶν, τῆς δὲ ἐκκλησίας δουλευέτωσαν αὐτῇ. ἀλλὰ καὶ οἱ μεγάλοι μέν τῶν ἐθνῶν κατεξουσιαζέτωσαν αὐτῶν, τῶν δὲ πιστῶν ἀκουέτωσαν τοῦ »μάθετε ἀπ’ ἐμοῦ. ὅτι πραΰς εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν«. παιδευώμεθα δέ καὶ πρὸς τὸ μὴ ἀποδέχεσθαι κολακείας μηδὲ ἡδέο)ς καλεῖσθαι ὑπὸ τῶν ἀνθρώπων, ἐφ’ οἶς ἂν δόξωμεν εὖ τινας πεποιηκέναι, »ευεργεται«. οὐ ταῦτα δέ φαμεν ἀνεπιστημόνως, ταπεινοῦν ἑαυτοὺς θέλοντες ὑΠὸ τὴν κραταιὰν χεῖρα τοῦ θεοῦ« καὶ κατὰ τόν λόγον αὐτοῦ ὑπὸ τὴν ἐκκλησιαστικὴν διακονίαν · ἔστι δ’ ὅτε χρὴ (κατὰ τὴν ἀποστολικὴν φ(ονὴν) τοὺς ἁμαρτάνοντος ἐνώπιον πάντων« ἐλέγχειν, ἴνα καὶ οἱ λοι- ποὶ φόβον ἔχωσιν«. ἔστι δ’ ὅτε δεῖ χρησόμενον τῇ ἐξουσίᾳ »παραδοῦναί« τινα »τῷ σατανᾷ εἰς ὄλεθρον τῆς σαρκός, ἵνα τὸ πνεῦμα σωθῇ ἐν τῇ ἡμέρᾳ τοῦ κυρίου«. σπανίως δὲ τὸ τοιοῦτο ποιητέον· νουθετητέον γὰρ τοὺς ἀτάκτους« καὶ παραμυθητέον »τοὺς ὀλιγοψύχους« καὶ ἀνθεκτέον »τῶν ἀσθενῶν« καὶ πρὸς πάντας« δέ μακροθυμητέον καὶ οὐδενὶ κακὸν ἀντὶ κακοῦ« ἀποδοτέον. καὶ οὐ χρὴ ἡγεῖσθαι ἐχθρὸν εἶναι τὸν ἁμαρτάνοντα, ἀλλ’ ἀκουστέον τοῦ ἀποστόλου λέγοντος· μὴ ὡς ἐχθρὸν ἡγεῖσθε, ἀλλὰ νουθετεῖτε ὡς ἀδελφόν«. κοὶ ταῦτα πάντα μοι λέλεκται βουλομέ- νῳ κατὰ τὸν λόγον προστῆσαι ὅτι οὐ μιμητέον τῷ ἄρχοντι τῆς ἐκκλησίας τὸν ἄρχοντα τῶν Μνῶν, οὐδὲ ζηλωτέον τοὺς κατακυριεύοντας κοὶ κατεξουσιάζοντος κοὶ βασιλεῖς· ἀλλ’ ὅση δύναμις καὶ ἐν τούτοις Χριστὸν μιμητέον τὸν εὐεντευκτοτατον κοὶ γυναιξὶν ὁμιλοῦντα καὶ παιδίοις ἐπιτιθέντα χεῖρας. εἰ κοὶ μείονα δὲ ἔχει λόγον τὸ Ἰησοῦν βεβληκέναι ὕδωρ εἰς νιπτῆρα« καὶ »τοὺς πόδας τῶν μαθητῶν« κεκαθαρκέναι, οὐδὲν ἧττον κοὶ κατὰ τὴν λέξιν ἀκουστέον αὐτοῦ περὶ τούτων λέγοντος· ὑμεῖς φωνεῖτέ με· ὁ διδάσκαλος καὶ ὁ κύριος, καὶ καλῶς λέγετε· εἰμὶ γὰρ« καὶ τὰ ἐξῆς· διὰ τούτων γὰρ διδάσκει μιμητὰς αὐτοῦ τῆς ἐπαινετῆς ταπεινότητος γίνεσθαι τοὺς μαθητάς. τάχα δὲ καὶ ἐπεὶ κύριος ὢν ἐδούλευσεν ὑπὲρ ἀνθρώπων σωτηρίας τῷ γένει ἡμῶν, κατὰ τοῦτο λέγεται μορφὴν δούλου« ἀνειληφέναι καὶ τεταπεινωκέναι ἑαυτὸν γενόμενον ὑπήκοον μέχρι θανάτου«. καὶ εἴπερ διὰ τοῦτο ’ὁ θεὸς αὐτὸν ὑπερύψωσεν«, ὁ βουλόμενος ὑψοῦσθαι τὰ παραπλήσια ποιησάτω τῷ διὰ τόδε τινὰ ὑπερυψοῦσθαι. Καὶ γὰρ ὁ υἱὸς τοῦ ἀνθρώ- που <οὺκ ἦλθεν διακονηθῆναι, ἀλλὰ διακονῆσαι· ἐπεὶ> εἰ κοὶ διηκονήθη, ἡνίκα »ἄγγελοι προσῆλθον καὶ διηκόνουν αὐτῷ« καὶ πόλιν διηκονήθη ὑΠὸ τῆς Μάρθας, ἀλλ’ οὐ διὰ τοῦτο ἐλήλυθε τὸ διακονηθῆναι· ἐπεδήμησε γὰρ τῷ γένει τῶν ἀνθρώπω ἶνα διακονήση̣ καὶ ἐπὶ τοσοῦτον ὀδεύσῃ διακονῶν ἡμῶν τῇ σωτηρίᾳ, ὡς δοῦναι τὴν ἑαυτοῦ Ψυχὴν λύτρον ἀντὶ πολλῶν τῶν πιστευσόντων εἰς αὐτόν. κοὶ εἰ καθ’ ὑπόθεσιν πάντες ἐπίστευον εἰς αὐτόν, δεδώκει ἂν τὴν Ψυχὴν αὐτοῦ λύτρον ἀντὶ πόντων. τίνι δέ ἔδωκε τὴν Ψυχὴν αὐτοῦ λύτρον ἀντὶ πολλῶν; οὐ γὰρ δὴ τῷ θεῷ· μήτι οὖν τῷ πονηρῷ; οὗτος γὰρ ἐκρότει ἡμῶν, ἕως δοθῇ τὸ ὑπέρ ἡμῶν αὐτῷ λύτρον ἡ τοῦ Ἰησοῦ ψυχή, ἀπατηθέντι <δηλονότι καὶ φαντασθέντι> ὡς δυναμένῳ αὐτῆς κυριεῦσαι καὶ οὐχ ὁρῶντι ὅτι οὐ φέρει τὴν ἐπὶ τῷ κατέχειν αὐτὴν βάσανον. διὸ καὶ »θάνατος αὐτοῦ« δόξας κεκυριευκεναι »ουκετι κυριευει« γενομενου <μόνου> ἐν νεκροῖς« ἐλυθέρου καὶ ἰσχυροτέρου τῆς τοῦ θανάτου ἐξου- σίος, καὶ επὶ τοσουτον ἰσχυροτέρου ὥστε καὶ πάντας τοὺς βουλομένους αὐτῷ ἀκολουθεῖν τῶν κρατουμένων ὑπὸ τοῦ θανάτου δύνασθαι ἐλευθεροῦν, οὐδὲν ἰσχύοντος κατ’ αὐτῶν ἔτι τοῦ θανάτου. πᾶς γὰρ ὁ μετὰ τοῦ Ἰησοῦ <ὤν> ἀνεπίληπτός ἐστι θανάτω. ἐν μὲν οὖν τοῖς ἐξεταζομένοις τοῦ εὐαγγελίου ῥητοῖς γέγραπται ὁ σωτὴρ ἡμῶν δεδωκέναι τὴν ἑαυτοῦ Ψυχὴν λύτρον ἀντὶ πολλῶν. παρὰ δὲ τῷ Πέτρῳ εἴρηται ὅτι οὐ φθαρτοῖς, ἀργυρίῳ καὶ χρυσίῳ, ἐλυτρώθημεν ἐκ τῆς ματαίας ἡμῶν ἀναστροφῆς πατροπαραδότου, ἀλλὰ τιμίῳ αἵματι«· καὶ ὁ ἀπόστολος δέ φησι· »τιμῆς ἠγοράσθητε· μὴ γίνεσθε δοῦλοι ἀνθρώπων«. οὐκοῦν ἠγοράσθημεν μὲν τῷ τιμίῳ τοῦ Ἰησοῦ αἵματι, δέδοται δέ λύτρον ὑπέρ ἡμῶν ἡ Ψυχὴ τοῦ υἱοῦ τοῦ θεοῦ, καὶ οὔτε τὸ πνεῦμα αὐτοῦ πρότερον γὰρ αὐτὸ παρέθετο τῷ πατρὶ λέγων· »πάτερ, εἰς χεῖράς σου προτίθεμαι τὸ πνεῦμα μου«) οὔτε τὸ σῶμα οὐδὲν γὰρ εὕρομέν πω τοιοῦτον περὶ αὐτοῦ γεγραμμένον). καὶ ἐπεὶ δέδοται ἡ Ψυχὴ αὐτοῦ λύτρον ἀντὶ πολλῶν, οὐκ ἔμενε δὲ παρ’ ἐκείνῳ ᾧ ἐδέδοτο λύτρον ἀντὶ πολλῶν, διὰ τοῦτό φησιν ἐν πεντεκαιδεκάτῳ Ψαλμῷ τὸ οὐκ ἐγκαταλείψεις τὴν Ψυχήν μου εἰς ᾅδην«. Γενόμενος δέ ἅπαξ κατὰ τὸν τόπον ὑπομνήσαιμ’ ἂν τοὺς φαντασίᾳ δοξολογίας τῆς Περὶ τοῦ Χριστοῦ συγχέοντας τὰ Περὶ τοῦ πρωτοτόκου πάσης κτίσεως τοῖς περὶ τῆς ψυχῆς καὶ τοῦ σώματος Ἰησοῦ, τάχα δέ κοὶ τοῦ πνεύματος αὐτοῦ, κοὶ ἔν πάντη ἀσύνθετον οἰομένους εἶναι τὸ ὀφθέν καὶ ἐπιδημῆσαν τῷ βίῳ, ὅτι μὴ ὑγιῶς λέγουσι. πυθώμεθα γὰρ αὑτῶν εἰ ἡ θειότης τῆς εἰκόνος τοῦ θεοῦ τοῦ ἀοράτου« καὶ ἡ ὑπεροχὴ τοῦ πρωτοτόκου πόσης κτίσεως«, εἰ ἐκεῖνος ἐν ᾧ »ἔκτισται τὰ πάντα τὰ ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς, εἴτε ὁρατὰ εἴτε ἀόρατα, εἴτε θρόνοι εἴτε κυριότητες εἴτε ἀρχαὶ εἴτε ἐξουσίαι« λύτρον ἐδόθη ἀντὶ πολλῶν· καὶ τίνι ἐδόθη ἐκείνη λύτρον πολεμίῳ κατέχοντι ἡμᾶς αἰχμαλώτους ἕως λάβῃ τὸ λύτρον ,καὶ εἰ ἐχώρει τὸ τηλικοῦτον κοὶ τοσοῦτον ἐκεῖνος λύτρον ἀντὶ τῶν αἰχμαλώτων λαβεῖν. κοὶ οὐ ταῦτά φημι ὡς καταφρονῶν τῆς Ψυχῆς Ἰησοῦ κοὶ σμικρύνων αὐτήν, ἀλλὰ βουλόμενος τάυτην μὲν κατὰ τὸ ἐνδεχόμενον λύτρον δεδόσθαι ὑπὸ τοῦ ὅλου σωτῆρος, τὴν δέ ὑπεροχὴν καὶ τὴν θεότητα ἐκείνην μηδ’ ἂν δεδυνῆσθαι λύτρον δοθῆναι. πλὴν σήμερον οὐ λύω τὸν Ἰησοῦν ἀπὸ τοῦ Χριστοῦ, ἀλλὰ πολλῷ πλέον οἶδα ἔν εἶναι Ἰησοῦν τὸν Χριστὸν καὶ τὴν Ψυχὴν αὐτοῦ πρὸς τὸν πρωτότοκον »πάσης κτίσεως« ἀλλὰ καὶ τὸ σῶμα αὐτοῦ, ὡς πλέον εἰ δεῖ οὕτως ὀνομάσαι) εἶναι ἐν ὅλον τοῦτο, ἤπερ ὁ κολλώμενος τῷ κυρίῳ ἔν πνεῦμά ἐστιν«.