Ancient Greek · ~14 min
<Ὡριγένους> τῶν εἰς τὸ Ματθαῖον εὐαγγέλιον ἐξηγητι- κῶν τόμος ιζ΄.
Origen, Commentarium In Evangelium Matthaei (Lib. 12-17) 9.1
Not analysed yet
Καὶ ἐκπορευομένων αὐτῶν ἀπὸ Ἱεριχὼ ἠκολούθησεν αὐτῳ ὄχλος πολύς. κοὶ ἰδοὺ δύο τυφλοὶ καθήμενοι παρὰ τὴν ὁδὸν« κοὶ <τὰ> ἑΞῆς (20, 29- 30 [34]). Ἔστω μέν κοὶ τὰ τῆς ἱστορίας τῶν κατὰ τὸν τόπον ἀληθῆ, καὶ ἐκπορευομένῳ ἀπὸ τῆς Ἱεριχὼ τῷ Ἰησοῦ μετὰ τῶν μαθητῶν ἡκολουθηκέναι αὐτῷ ὄχλον πολύν. καὶ τυφλοὶ δύο παρὰ τὴν ὁδὸν καθεζόμενοι τῆς ἀπὸ Ἱεριχὼ ἐξόδου ἀκούσαντες ὅτι Ἰησοῦς παρέρχεται τὸν τόπον ἐκεῖνον, κοὶ αὐτοὶ κράξαντες εἰρηκέτωσαν· ἐλέησον ἡμᾶς, κύριε, υἱὲ Δαυΐδ« καὶ συμπεφωνηκότων ἐν τῷ κεκραγότας τὸ ἀναγεγραμμένον εἰρηκέναι. καὶ διὰ τοὺς τυφλοὺς ἀξιώσαντας ἐλεηθῆναι στὰς ὁ Ἰησοῦς πεφωνηκέτω αὐτούς, ἵνα μὴ παράγων καὶ παρερχόμενος αὐτοὺς καλῇ ἀλλὰ καὶ ἑστηκώς, καὶ πυνθανόμενος εἰρηκέτω αὐτοῖς· τέ θέλετε ἵνα ποιήσω ὑμῖν; τήν τε ἀξίωσιν ἰδικώτερον ἤδη παριστάντες οἱ τυφλοὶ εἰρηκέτωσαν αὐτῶ θέλειν ἶνα ἀνοι- γῶσιν ἀπὸ τοῦ Ἰησοῦ οἱ ὀφθαλμοὶ αὐτῶν. καὶ ὁ φιλάνθρωπος ἡμῶν καὶ συμπαθὴς σωτὴρ σπλαγχνισθεὶς ἐπὶ τοῖς τυφλοῖς, σπλαγχνισθεὶς δ’ οἶμαι) τῷ προειληφέναι ἐκείνους τὸ Προκαλούμενον τὸν ἴν’ οὕτως ὀνομάσω) ἔλεον τοῦ Ἰησοῦ, ὅπερ ἦν τὸ κεκραγότας εἰρηκέναι· ἐλέησον ἡμᾶς, κύριε, υἱέ Δαυΐδ καὶ πεπιστευκότας ἠξιωκέναι ἴνα ἀνοιγῶσιν οἱ ὀφθαλμοὶ αὐτῶν, ἁψάμενος αὐτά τῶν τῶν ὀφθαλμῶν <καὶ> δύναμιν διὰ τῆς ἰατικὴν ἐνιεὶς τοῖς ὀφθαλμοῖς πεποιηκέτω τοὺς τυφλοὺς ἀναβλέπειν, κἀκεῖνοι εὐχαρίστως ἠκολουθηκέτωσαν τῷ Ἰησοῦ. καὶ πιστεύσας τις τούτοις καὶ γινώσκων δὲ τὸ »ἐὰν μὴ πιστεύσητε, οὐ μὴ συνῆτε«, ἐκ τοῦ πεπιστευκέναι »κατὰ τὴν ἀναλογίαν τῆς πίστεως« τὸ συνιέναι εἰληφέτω, καὶ εἰληφὼς λεγέτω τὰ περὶ τούτων κατὰ τὸν περὶ αὐτῶν τῆς πίστεως θεμέλιον περὶ αὐτῶν ἑρμηνεύων κατὰ τὸ ἐπίστευσα, διὸ ἐλάλησα«, καὶ ἔστω ὁ τοιοῦτος οὐ μόνον πιστεύων τῷ Ἰησοῦ καὶ τοῖς κατὰ τὸν τόπον τοῦτον ἀναγεγραμμένοις, ἀλλὰ καὶ γινώσκων τὸν περὶ αὐτῶν νοῦν. ὁ γὰρ μένων ἐν τῇ τῆς πίστεως ἀληθείᾳ κοὶ διὰ τῶν ἔργο)ν τοῦ λόγου ἐμμένων »τῷ λόγῳ« κατὰ τὴν Ἰησοῦ ἐπαγγελίαν γινώσκει τὴν ἀλήθειαν« καὶ ὑπ’ αὐτῆς ἐλευθεροῦται. Καὶ ἡμεῖς δέ, ἐπεὶ μὴ πιστεύοντες μὲν οὐ συνίεμεν τοῦ βουλήματος τῶν λεγομένων συνιέντες δέ ἐκ τοῦ πιστευειν ουνιεμεν, φέρε τὰ ὑποπίπτοντα ἡμῖν εἰς τὸν τόπου. εὐξάμενοι τῷ ῥυομένῳ ἡμᾶς ἀπὸτοῦ κεκαλύφθαι ἡμῖν τὸ εὐαγγέλιον«, καθὸ χωροῦμεν παραστήσωμεν. καὶ πρῶτόν γε κατανοήσωμεν τί τὸ ἐκπορευομένων ἀπὸ Ἱεριχὼ τῶν μαθητῶν τοῦ Ἰησοῦ μετὰ τοῦ σωτῆρος ἠκολουθηκέναι αὐτῷ πολὺν ὄχλον. ὅρα τοίνυν εἰ δύνασαι, μεμνημένος τῶν ἡμῖν ὑπαγορευθέντων εἰς τὴν ἐν τῷ κατὰ Λουκᾶν εὐαγγελίῳ παραβολὴν τὴν »ἄνθρωπός τις κατέβαινεν ἀπὸ Ἱερουσαλὴμ εἰς Ἱεριχώ, καὶ περιέπεσε λῃσταῖς«, ἐπιστήσας λέγειν μήποτε κοὶ ἐνταῦθα Ἱεριχὼ σύμβολόν ἐστι τοῦ περιγείου τόπου συνήθως καλουμένου κατὰ τὴν γραφὴν κόσμου. ὁ μὲν οὖν καταβαίνων »ἀπὸ Ἱερουσαλὴμ εἰς Ἱεριχὼ« Ἀδὰμ (τουτέστιν ἄνθρωπος) περιπέπτωκε »λῆσταῖς«. διὰ δὲ τοὺς ἐν Ἱεριχὼ πολλοὺς πολὺς γὰρ ὄχλος ἐν Ἱεριχὼ) ὁ Ἰησοῦς ἡμῶν ἅμα τοῖς μαθηταῖς γενόμενος ἐν αὑτῇ ἐκπορευέσθω πραγματευόμενος (διὰ δὴ τοῦ εἰς τὴν Ἱεριχὼ εἰσεληλυθέναι) τὸ τοὺς βου- λομένους ἕπεσθαι ὁδηγεῖν. οὐ γὰρ οἴδασιν οἱ ἐν Ἰεριχῶ ἐξελθεῖν ἀπὸ τοῦ κοσμικοῦ φρονήματος, ἐὰν μὴ θεόσδοτα οὐ μόνον τὸν Ἰησοῦν ἐκπορευόμενον ἀπὸ τῆς Ἱεριχὼ ἀλλὰ κοὶ ἰοὺς μαθητὰς αὐτοῦ. ταῦτα δέ θεωρήσαντες ἀκολουθοῦσιν αὐτῷ ὄχλος Πολύς. καὶ ἔστι κατανοοῦντα τοὺς κατὰ τὸν λόγον βιοῦν θέλοντας καὶ τοῦ κόσμου καὶτῶν περιγείων <ὅλων> καταφρονεῖν ἀκολουθοῦντας τῷ Ἰησοῦ καὶ τοῖς μαθηταῖς αὐτοῦ καὶ κατ’ ἴχνη βαίνοντας αὐτοῖς ἐκπορευομένοις ἀπὸ Ἱεριχώ, βλέΠειν τὰ κατὰ τὸν τόπον. ἀκολουθοῦσι μέντοι ὁ πολὺς ὄχλος τῷ Ἰησοῦ, ἵν’ ὀπίσω αὐτοῦ βαδίζοντες καὶ αὐτῷ ὁδηγῷ χρώμενοι ἀναβῶσιν εἰς τὴν Ἱερουσαλήμ ***.