Ancient Greek · ~11 min
<Ὡριγένους> τῶν εἰς τὸ Ματθαῖον εὐαγγέλιον ἐξηγητι- κῶν τόμος ιζ΄.
Origen, Commentarium In Evangelium Matthaei (Lib. 12-17) 10
Not analysed yet
(μετ᾿ ὀλίγα ἐπιφέρεται ὅτι ὅτε ἤγγισαν εἰς Ἱεροσόλυμα καὶ ἦλθον εἰς Βηθφαγὴν εἰς τὸ ὄρος τῶν Ἐλαιῶν, τότε ὁ Ἰησοῦς ἀπέστειλε δύο μαθητὰς καὶ τὰ ἑξῆς). Εἶθ’ ἑξῆς γέγραπται, οἱονεὶ δεικνύντος τοῦ λόγου τοὺς ὅσον οὐδέπω θεραπευθησομένους τυφλοὺς το καὶ ἰδοὺ δύο τυφλοὶ καθήμενοι Παρὰ τὴν ὁδόν, ἀκούσαντες ὅτι Ἰησοῦς παράγει, ἔκραξαν λέγοντες· ἐλέησον ἡμᾶς, κύριε, υἱὲ Δαυΐδ. καὶ πρόσχες ἐν τούτοις τῷ καὶ ἰδοὺ δύο τυφλοί, εἰ μὴ δεῖξιν περιέχει τὸ ἰδού. εἴπερ οὖν δεικνύντι τῷ λόγῳ τοὺς δύο τυφλοὺς παρακολουθεῖν δυνάμεθα καὶ βλέπειν αὐτούς, φήσομεν ὅτι Ἰσραὴλ κοὶ Ἰούδας οἱ πρὸ τῆς Ἰησοῦ ἐπιδημίας τυφλοὶ ἦσαν, πλὴν καθεζόμενοι παρὰ τὴν ὁδὸν τῷ ἐν νόμῳ καὶ προφήταις ποιεῖσθαι τὰς διατριβὰς · τυ φλοὶ μὲν τῷ μὴ βλέΠεσθαι αὐτοῖς πρὸ τῆς Ἰησοῦ εἰς τὰς ψυχὰς αὐτῶν ἐπιδημίας τὸν ἐν νόμῳ καὶ τοῖς προφήταις ἀληθῆ λόγον· κεκραγότες δὲ τὸ ἐλέησον ἡμᾶς, κύριε, υἱέ Δαυΐδ παρὰ τὸ συναισθέσθαι ἑαυτῶν <τυφλῶν>, μὴ βλεπόντων τὸ βούλημα τῶν γραμμάτων καὶ βουλομένων ἀναβλέπει καὶ ἰδεῖν τὴν ἐν αὐτοῖς δόξαν. ὡς ἔτι δὲ τυφλοὶ καὶ μηδέν μέγα περὶ τοῦ Ἰησοῦ φανταζόμενοι, ἀλλὰ τὸ κατὰ σάρκα αὐτοῦ μόνον νοοῦντες, καλοῦσι τὸν γενόμενον ἐκ σπέρματος Δαυΐδ κατὰ σάρκα«, ἐπεὶ μηδέν τούτου πλέον συνιεσαν, υἱὸν Δαυΐδ καὶ πᾶσα αὐτῶν ἡ δοκοῦσα διὰ τὴν θεοσέβειαν μεγαλοφωνία οὐδὲν πλέον ἤδει λέγειν περὶ τοῦ σωτῆρος ἢ ὅτι υἱὸς ἦν τοῦ Δαυΐδ. ἐὰν δέ λέγω δύο τυφλοὺς |τὸν πρὸ τῆς Ἰησοῦ εἰς τὴν ψυχὴν αὐτῶν ἐπιδημίος Ἰσραὴλ καὶ Ἰούδαν, ἄναγε σαυτὸν ἐπὶ τὰς <δύο> βα- σιλείας, καὶ κατανόησον κατὰ τοὺς χρόνους Ῥοβοὰμ διαιρούμενον τὸν λαὸν Ἰσραὴλ καὶ Ἰούδαν · καὶ ἑξῆς ὅρa τοὺς προφήτας. ὁτέ μὲν τῷ Ἰσραὴλ ὁτέ δὲ Ἰούδᾳ Ἰούδᾳ προφητεύοντας, ὅΠου δέ ἅμα ἀμφοτέροις. ἰδίᾳ μὲν οὖν πῶς ἑκατέρῳ προφητεύουσιν εὕροις ἂν προσέχων τῇ ἀναγεννήσει τῶν προφητῶν, ἅμα δὲ Ἰσραὴλ καὶ Ἰούδᾳ, ἡνίκα διὰ τοῦ Ἰησοῦ ἐπαγγέλλεται ὀ θεὸς συντελέσειν ἐΠὶ τὸν οἶκον <Ἰσραὴλ καὶ ἐπὶ τὸν οἶκον> Ἰούδα διαθήκην κοινήν, οὐ κατὰ τὴν διαθήκην ἣν ἐποίησεν« ὁ θεὸς τοῖς πατράσιν« ἐπιπορευομένοις ἐκ γῆς Αἰγύπτου. καὶ τυφλοὶ γε ὄντες ὁ Ἰσραὴλ Περὶ οὗ πολλάκις ἀποδεδώκαμεν ἀντιδιαστελλόμενοι αὐτὸν πρὸς τὸν κατὰ σάρκα Ἰσραὴλ) κοὶ Ἰούδα ὁμοίως ἀκούσαντες φησὶν) ὅτι Ἰησοῦς παράγει, ἔκραξαν· ἀκούσοντες φησὶν ὅτι] γὰρ (οἶμαι) τῶν κηρυσσόντων τὰ περὶ τῆς Ἰησοῦ ἐΠιδημίας καὶ ὅτι παράγει τὴν παρελευσομένην Ἱεριχὼ ἐπιδημῶν μέν <ἐν> αὐτῇ. ἐξελευσόμενος δέ ἀπ’ αὐτῆς), εὐλογοῦνται μὴ Παρέλθῃ αὐτοὺς μὴ ἐλεηθέντας · διὸ κεκράγασι πρὸς αὐτὸν λέγοντες · ἐλέησον ἡμᾶς, κύριε, υἱὸς Δα- υΐδ. εὐεργετῶν δέ ὁ σωτὴρ οὐ παράγει, ἀλλ’ ἵπταται, ἵνα στάντος αὐτοῦ μὴ παραρρέῃ ἡ εὐεργεσία καὶ παρέρχηται, ἀλλ’ ὡς ἀπὸ πηγῆς ἑστώσης ἐγγένηται τοῖς εὐεργετουμενοις.