Ancient Greek · ~4 min
ΠΡΟΣ ΤΟΝ ΕΠΙΓΕΓΡΑΜΜΕΝΟΝ ΚΕΛΣΟΥ ΑΛΗΘΗ ΛΟΤΟΝ ΩΡΙΓΕΝΟΥΣ ΤΟΜΟΣ ΤΕΤΑΡΤΟΣ.
Origen, Contra Celsum 46-4
Not analysed yet
Παραῤῥίπτει δ᾿ ὁ Κέλσος τὴν ἀπέχθειαν, οἶμαι τοῦ Ἠσαῦ πρὸς τὸν Ἰακὼβ, ἀνδρὸς κατὰ τὴν γραφὴν ὁμολογουμένου φαύλου· καὶ μὴ σαφῶς ἐκτιθέμενος τὰ περὶ τὸν Συμέων καὶ τὸν Λευῒ, ἐπεξελθόντας τῇ ὕβρει τῆς ἀδελφῆς βιασθείσης ὑπὸ τοῦ υἱοῦ τοῦ βασιλέως Σικίμων, σφᾶς αἰτιᾶται· ἀδελφοὺς δὲ πωλοῦντας τοὺς υἱοὺς λέγει τοῦ Ἰακὼβ, καὶ ἀδελφὸν πιπρασκόμενον τὸν Ἰωσὴφ, καὶ πατέρα ἐξαπατώμενον τὸν Ἰακὼβ, ἐπεὶ μηδὲν ὑπονοήσας περὶ τῶν υἱῶν ἐπιδεικνύντων „τὸν ποικίλον χιτῶνα“ τοῦ Ἰωσὴφ ἀλλὰ πιστεύσας αὐτοῖς „ἐπένθει ὡς ἀπολωλότα τὸν Ἰωσὴφ ἐν Αἰγύπτῳ δουλεύοντα, ὅρα δὲ τινα τρόπον ἀπεχθῶς καὶ οὐ φιλαλήθως συνήγαγε τὰ ἀπὸ τῆς ἱστοριας ὁ Κέλσος· ὥστε ὅπου μὲν ἐδόκει αὐτῷ κατηγορίαν περιέχειν ἡ ἱστορια, ἐκτιθεται αὐτὴν, ὅπου δὲ σωφροσύνης ἀξιολόγου ἐπίδειξις γεγένηται, τοῦ Ἰωσὴφ οὖκ ἐνδόντος πρὸς τὸν ἔρωτα τῆς νομιζομένης δεσποίνης πῆ μὲν παρακαλούσης πῇ δ᾿ ἀπειλούσης, οὐδ᾿ ὑπεμνήσθη τῆς ἱστορίας. πολλῶ γὰρ κρείττονα τῶν κατὰ τὸν Βελλεροφόντην ἱστορουμένων ἴδοιμεν ἂν τὸν Ἰωσὴφ, ἑλόμενον κατακλεισθῆναι ἐν φυλακῇ ἤπερ ἀπολέσαι νοῦν σώφρονα· δυνάμενος γοῦν ἀπολογίσασθαι καὶ δικαιολογήσασθαι πρὸς τὴν κατηγορήσασαν μεγαλοψύχως ἀπεσιώπησε τῷ θεῷ ἐπιτρέψας τὰ καθ᾿ ἑαυτόν.