Ancient Greek · ~7 min
ΠΡΟΣ ΤΟΝ ΕΠΙΓΕΓΡΑΜΜΕΝΟΝ ΚΕΛΣΟΥ ΑΛΗΘΗ ΛΟΤΟΝ ΩΡΙΓΕΝΟΥΣ ΤΟΜΟΣ ΤΕΤΑΡΤΟΣ.
Origen, Contra Celsum 47-4
Not analysed yet
Μετὰ ταῦτα ὁ Κέλσος ὁσιας ἑνεκεν μετὰ πάσης ἀσαφείας ὑπομιμνήσκεται τῶν ὀνειράτων τοῦ ἀρχισινοχόου καὶ τοῦ ἀρχισιτοποιοῦ καὶ τοῦ Φαραὼ καὶ τῖς λύσεως αὐτῶν ἐξ ἧς προήχθη ἀπὸ τῆς φυλακῆς ἐπὶ τὸ ἐμπιστευθῆναι ὑπὸ τοῦ Φαραὼ τὸν δεύτερον κατ᾿ Αἰγυπτίων θρόνον ὁ Ἰωσήφ τί οὖν ἄτοπον εἶχεν ὁ λόγος τῆς ἱστορίας καὶ καθ᾿ ἑαυτὸν ὅτι αὐτὰ ἔθηκεν ἐν μέρει κατηγορίας ὁ ἀληθῆ λόγον ἐπγράψας τὸν οὐ δόγματα ἐκτιθέμενον ἀλλὰ Χριστιανῶν καὶ Ἰουδαιων κατηγορήσαντα; καὶ τοῖς πωλήσασί γε ἀδελφοῖς λιμώττουσι καὶ σταλεῖσι κατ᾿ ἐμπορίαν μετὰ τῶν ὄνων φησὶ χαριζόμενον τὸν πραθέντα πεποιηκέναι ἃ οὐδὲ παρέστησεν ὁ Κέλσος, καὶ τὸν ἀναγνωρισμὸν δὲ τίθησιν, οὐκ οἶδα τί βουλόμενος καὶ τί ἐμφαίνων ἄτοπον ἐκ τοῦ ἀναγνωρισμοῦ· οὐδὲ γὰρ, ὡς ἔστιν εἰπεῖν, καὶ αὐτῷ τῷ Μώμῳ δυνατὸν ἦν τούτων εὐλόγως κατηγορεῖν, καὶ χωρὶς τῆς τροπολογίας ἐχόντων πολὺ τὸ ἀγωγόν, τίθησι δὲ καὶ τὸν εἰς δοῦλον πραθέντα Ἰωσὴφ ἐλευθερούμενον καὶ μετὰ πομπῆς ἐπανιόντα πρὸς τὸν τοῦ πατρὸς τάφον καὶ νομίζει κατηγορίαν περιέχειν τὸν λόγον εἰπὼν τό· ὑφ᾿ οὗ (δῆλον δ᾿ ὅτι τοῦ Ἰωσὴφ) τὸ λαμπρὸν καὶ θεσπέσιον Ἰουδαίων γένος, ἐπὶ πλῆθος ἐν Αἰγύπτῳ σπαρὲν, ἔξω που παροικεῖν καὶ ποιμαίνειν ἐν τοῖς ἀτίμοις ἐκελεύσθη, καὶ προσέθηκεν ἀπὸ τῆς μισητικῆς ἑαυτοῦ προαιρέσεως τὸ ἐν ἀτίμοις αὐτοὺς κεκελεῦσθαι ποιμαίνειν, οὐ παραστήσας, πῶς Γεσὲμ ὁ Αἰγυπτίων νομὸς ἄτιμός ἐστι, τὴν δ᾿ ἀπ᾿ Αἰγύπτου ἔξοδον τοῦ λαοῦ φυγὴν ὠνόμασεν, οὐδὲ τὴν ἀρχὴν ὑπομνησθεὶς τῶν ἐν τῇ Ἐξόδῳ γεγραμμένων περὶ τῆς ἐξόδου τῶν Ἑβραίων ἐκ γῆς Αἰγύπτου, ἐξεθέμεθα δὲ καὶ ταῦτα, παραδεικνύντες ὅτι καὶ τὰ μηδὲ κατὰ τὸ ῥητὸν τοῦ κατηγορεῖσθαι φανέντα ἄξια ἔθηκεν ἐν μοίρᾳ κατηγορίας καὶ φλυαρίας ὁ Κέλσος, μὴ παραστήσας λόγῳ ὃ οἴεται μοχθηρὸν τῆς γραφῆς ἡμῶν.