Ancient Greek · ~3 min
ΠΡΟΣ ΤΟΝ ΕΠΙΓΕΓΡΑΜΜΕΝΟΝ ΚΕΛΣΟΥ ΑΛΗΘΗ ΛΟΓΟΝ ΩΡΙΓΕΝΟΥΣ ΤΟΜΟΣ ΔΕΥΤΕΡΟΣ.
Origen, Contra Celsum 57-2
Not analysed yet
Πρόσχες δὲ εἰ μὴ πάνυ τυφλῶς ὁ παρὰ τῷ Κέλσῳ Ἰουδαῖος ὡς ἀδυνάτου ὄντος τοῦ ἀνίστασθαί τινα ἐκ νεκρῶν αὐτῷ σώματί φησιν· ἀλλ᾿ ἐκεῖνο σκεπτέον. εἴ τις ἀληθῶς ἀποθανὼν ἀνέστη ποτὲ αὐτῷ σώματι. οὐκ ἂν γὰρ εἶπεν ὁ Ἰουδαῖος ταῦτα. πιστεύων τοῖς ἐν τῇ τρίτῃ τῶν Βασιλειῶν ἀναγεγραμμένοις καὶ τῇ τετάρτῃ περὶ παιδαρίων, ὧν τὸ μὲν ἕτερον Ἠλίας ἀνέστησεν τὸ δὲ λοιπὸν ὁ Ἐλισσαῖος. διὰ τοῦτο δ᾿ οἶμαι καὶ τὸν Ἰησοῦν οὐκ ἄλλῳ ἔθνει ἢ Ἰουδαίοις ἐπιδεδημηκέναι, τοῖς ἐθάσι γενομένοις πρὸς τὰ παράδοξα. τῇ παραθέσει τῶν πεπιστευμένων πρὸς τὰ ὑπ᾿ αὐτοῦ γενόμενα καὶ περὶ αὐτοῦ ἱστορούμενα ὅπως παραδέξωνται ὅτι οὗτος, περὶ ὃν γέγονε μείζονα καὶ ὑφ᾿ οὗ ἐπετελέσθη παραδοξότερα, πάντων ἐκείνων μείζων ἦν.