Ancient Greek
ΠΡΟΣ ΤΟΝ ΕΠΙΓΕΓΡΑΜΜΕΝΟΝ ΚΕΛΣΟΥ ΑΛΗΘΗ ΛΟΓΟΝ ΩΡΙΓΕΝΟΥΣ ΤΟΜΟΣ ΔΕΥΤΕΡΟΣ.
Origen, Contra Celsum 58-2
Not analysed yet
Ἐπεὶ δὲ μεθ᾿ ἃς παρέθετο ὁ Ἰουδαῖος ἱστορίας Ἑλληνικὰς περὶ τῶν ὡσανεὶ τερατευσαμένων καὶ περὶ τῶν ὡς ἀναστάντων ἐκ νεκρῶν φησι πρὸς τοὺς ἀπὸ Ἰουδαίων τῷ Ἰησοῦ πιστεύοντας· ἢ οἴεσθε τὰ μὲν τῶν ἄλλων μύθους εἶναί τε καὶ δοκεῖν, ὑμῖν δὲ τὴν καταστροφὴν τοῦ δράματος εὐσχημόνως ἢ πιθανῶς ἐφευρῆσθαι, τὴν ἐπὶ τοῦ σκόλοπος αὐτοῦ φωνὴν, ὅτ᾿ ἀπέπνει; φήσομεν πρὸς τὸν Ἰουδαῖον ὅτι οὓς παρέθου μύθους εἶναι νενομίκαμεν. τὰ δὲ τῶν κοινῶν ἡμῶν πρὸς ὑμᾶς γραφῶν, ἐν αἷς οὐχ ὑμεῖς μόνοι ἀλλὰ καὶ ἡμεῖς σεμνυνόμεθα, οὐδαμῶς μύθους εἶναί φαμεν. διόπερ καὶ τοῖς περὶ τῶν ἐκεῖ ἀναστάντων ἐκ νεκρῶν γράψασι πιστεύομεν ὡς μὴ τερατευομένοις καὶ τῷ ἐνταῦθα ὡς καὶ προειπόντι καὶ προφητευθέντι καὶ ἀναστάντι. τούτῳ δὲ παραδοξότερος οὗτος ἐκ νεκρῶν ἀναστὰς παρ᾿ ἐκείνους, ὄτι ἐκείνους μὲν προφῆται ἀνέστησαν Ἠλίας καὶ Ἐλισσαῖος, τοῦτον δ᾿ οὐδεὶς τῶν προφητῶν ἀλλ᾿ ὁ ἐν τοῖς οὐρανοῖς πατήρ. διόπερ καὶ μείζονα εἰργάσατο ἡ τούτου ἀνάστασις τῆς ἐκείνων ἀναστάσεως. τί γὰρ τηλικοῦτον τῷ κόσμῳ ἀπὸ τῶν ἀναστάντων παιδαρίων δι᾿ Ἠλίου καὶ Ἐλισσαίου γεγένηται, ὁποῖον διὰ τῆς κηρυσσομένης ἀναστάσεως Ἰησοῦ. δυνάμει θείᾳ πεπιστευμένης;