Ancient Greek
Chapter 26
Origen, De oratione 26.5
Not analysed yet
μὴ λύοντος δέ πω τοῦ δευτέρου τὰ ἠπορημένα περὶ τοῦ πῶς „τὸ θέλημα“ τοῦ θεοῦ ἐστιν „ἐν οὐρανῷ,“ τῶν „ἐν τοῖς ἐπουρανίοις“ πνευματικῶν „τῆς πονηρίας“ ἀντιπαλαιόντων τοῖς „ἐπὶ γῆς,“ ἐκεῖθεν ἐνέσται λύειν οὕτως τὸ ζητούμενον· ὅτι, ὥσπερ οὐ διὰ τὸν τόπον ἀλλὰ διὰ τὴν προαίρεσιν ὁ ἔτι ὢν „ἐπὶ γῆς,“ „πολίτευμα“ ἔχων „ἐν οὐρανοῖς“ καὶ θησαυρίζων „ἐν οὐρανῷ,“ τὴν καρδίαν ἔχων „ἐν οὐρανῷ,“ „τὴν εἰκόνα τοῦ ἐπουρανίου“ φορῶν, οὐκέτι ἐστὶν „ἐκ τῆς γῆς“ οὐδὲ „τοῦ“ „κάτω“ „κόσμου“ ἀλλ᾿ ἐκ τοῦ οὐρανοῦ καὶ „τοῦ“ κρείττονος „τούτου“ οὐρανίου „κόσμου“· οὕτως καὶ „τὰ“ ἔτι „ἐν τοῖς (ἐπ)ουρανίοις“ διατρίβοντα „πνευματικὰ τῆς πονηρίας,“ „τὸ πολίτευμα“ ἔχοντα „ἐπὶ γῆς“ καὶ δι᾿ ὧν ἀντιπαλαίει ἐπιβουλεύοντα ἀνθρώποις, θησαυρίζοντα „ἐπὶ γῆς,“ „εἰκόνα τοῦ χοϊκοῦ“ φοροῦντα, ὅστις „ἐστὶν ἀρχὴ πλάσματος κυρίου, πεποιημένος ἐγκαταπαίζεσθαι ὑπὸ τῶν ἀγγέλων,“ οὐκ ἔστιν ἐπουράνια οὐδὲ ἐν τοῖς οὐρανοῖς διὰ τὴν μοχθηρὰν διάθεσιν οἰκεῖ. ἐπὰν οὖν λέγηται· „γενηθήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῷ καὶ ἐπὶ γῆς,“ ἐκείνους οὐδὲ „ἐν οὐρανῷ“ εἶναι λογιστέον, τῷ φρονήματι μετὰ τοῦ πεσόντος ἐξ „οὐρανοῦ“ δίκην ἀστραπῆς πεπτωκότας.