Ancient Greek
Section 1
Origen, Dialogus cum Heraclide 1
Not analysed yet
Λόγων κινηθέντων ὑπὸ τῶν παρόντων ἐπισκόπων περὶ τῆς πίστεως Ἡρακλείδα τοῦ ἐπισκόπου, ἵνα ἐπὶ πάντων ὁμολογήσῃ τὸ πῶς πιστεύει, καὶ ἑκάστου εἰπόντος τὸ παραστὰν αὐτῷ καὶ πυθομένου, Ἡρακλείδης ἐπίσκοπος εἶπεν· «Καὶ ἐγὼ πιστεύω ἅπερ αἱ θεῖαι γραφαὶ λέγουσιν· ‘Ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. Πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν’. Ἆρα οὖν τῇ πίστει συμφερόμεθα καὶ κατὰ τοῦτο καὶ πιστεύομεν ὅτι εἴληφε σάρκα ὁ Χριστός, ὅτι ἐγεννήθη, ὅτι ἀνῆλθεν εἰς τοὺς οὐρανοὺς ἐν τῇ σαρκὶ ᾗ ἀνέστη, ὅτι κάθηται ἐν δεξιᾷ τοῦ Πατρὸς μέλλων ἐκεῖθεν ἔρχεσθαι καὶ ‘κρίνειν ζῶντας καὶ νεκρούς’, θεὸς καὶ ἄνθρωπος.» Ὠριγένης εἶπεν· «Ἐπεὶ ἅπαξ ἀνάκρισις γίνεται εἰπεῖν τι εἰς τὸν τόπον τῆς ἀνακρίσεως, ἐρῶ. Ὅλη ἡ ἐκκλησία πάρεστιν ἀκούουσα. Οὐκ ὀφείλει ἐκκλησία ἐκκλησίας διαφορὰν ἔχειν ἐν γνώσει, ἐπεὶ οὐκ ἐστὲ ἐκκλησία ἡ ψευδομένη. Παρακαλῶ σε, πάπα Ἡρακλείδα· Θεός ἐστιν ὁ παντοκράτωρ, ὁ ἀγένητος, ὁ ἐπὶ πᾶσιν ποιήσας τὰ ὅλα· ἀρέσκει τοῦτο;» Ἡρακλείδης εἶπεν· «Ἀρέσκει· οὕτω γὰρ κἀγὼ πιστεύω.» Ὠριγένης εἶπεν· «Χριστὸς Ἰησοῦς ‘ἐν μορφῇ Θεοῦ ὑπάρχων’, ἕτερος ὢν παρὰ τὸν Θεὸν οὗ ‘ἐν μορφῇ’ ὑπῆρχεν, Θεὸς ἦν πρὸ τοῦ ἔλθῃ εἰς σῶμα ἢ οὔ;» Ἡρακλείδης εἶπεν· «Θεὸς πρὸ ἦν.» Ὠριγένης εἶπεν· «Θεὸς ἦν πρὶν ἔλθῃ εἰς σῶμα ἢ οὔ;» Ἡρακλείδης εἶπεν· «Ναί.» Ὠριγένῃς εἶπεν· «Ἕτερος Θεὸς παρὰ τοῦτον τὸν Θεὸν οὗ ‘ἐν μορφῇ’ ὑπῆρχεν αὐτός;»