Ancient Greek · ~6 min
Section 2
Origen, Dialogus cum Heraclide 2
Not analysed yet
Ἡρακλείδης εἶπεν· «Δηλονότι ἄλλου τινός, καὶ ὢν <ἐν> μορφῇ ἐκείνου ἐστὶν τοῦ πάντα κτίσαντος.» Ὠριγένης εἶπεν· «Οὐκοῦν Θεὸς ἦν Θεοῦ υἱὸς ὁ μονογενὴς τοῦ Θεοῦ, ‘ὁ πρωτότοκος πάσης κτίσεως’, καὶ οὐ δεισιδαιμονοῦμεν πῇ μὲν εἰπεῖν δύο Θεούς, πῇ δὲ εἰπεῖν ἕνα Θεόν;» Ἡρακλείδης εἶπεν· «Τοῦτο μὲν σαφὲς λέγεις· ἡμεῖς δὲ λέγομεν Θεὸν εἶναι τὸν παντοκράτορα, Θεὸν ἄναρχον, ἀτελεύτητον, ἐμπεριέχοντα τὰ πάντα καὶ μὴ ἐμπεριεχόμενον, καὶ τὸν τούτου λόγον υἱὸν τοῦ Θεοῦ τοῦ ζῶντος, θεὸν καὶ ἄνθρωπον, δι' οὗ τὰ πάντα γέγονεν, θεὸν μὲν κατὰ πνεῦμα, ἄνθρωπον δὲ καθ' ὃ γεγέννηται ἐκ τῆς Μαρίας.» Ὠριγένης εἶπεν· «Ὃ ἐπυθόμην οὐκ ἔδοξας εἰρηκέναι. Σαφήνισον οὖν· ἴσως γὰρ οὐ παρηκολούθησα. Θεὸς ὁ Πατήρ;» Ἡρακλείδης εἶπεν· «Πάντως.» Ὠριγένης εἶπεν· «Ἕτερος τοῦ Πατρὸς ὁ Υἱός;» Ἡρακλείδης εἶπεν· «Πῶς γὰρ δύναται υἱὸς εἶναι, ἐὰν καὶ πατὴρ ᾖ;» Ὠριγένης εἶπεν· «Ἕτερος ὢν τοῦ Πατρὸς ὁ Υἱὸς καὶ αὐτός ἐστιν Θεός;» Ἡρακλείδης εἶπεν· «Καὶ αὐτός ἐστιν Θεός.» Ὠριγένης εἶπεν· «Καὶ γίνονται ἓν δύο Θεοί;» Ἡρακλείδης εἶπεν· «Ναί.» Ὠριγένης εἶπεν· «Ὁμολογοῦμεν δύο Θεούς;» Ἡρακλείδης εἶπεν· «Ναί· ἡ δύναμις μία ἐστίν.» Ὠριγένης εἶπεν· «Ἀλλ' ἐπεὶ προσκόπτουσιν οἱ ἀδελφοὶ ἡμῶν δύο εἶναι Θεούς, τὸν λόγον θεραπευτέον, καὶ <δεῖ> δεῖξαι κατὰ τί δύο εἰσὶν καὶ κατὰ τί εἷς Θεός εἰσιν οἱ δύο. Καὶ αἱ θεῖαι γραφαὶ πολλὰ δύο ἐδίδαξαν εἶναι ἕν, καὶ οὐ μόνον δύο ἀλλὰ καὶ πλείονα τῶν δύο τινὰ καὶ εἰ πολλῷ πλείονα τῷ ἀριθμῷ ἐδίδαξαν εἶναι ἕν. Τὸ νῦν προκείμενόν ἐστιν οὐ λαβόντα πρόβλημα παρέρχεσθαι καὶ εἴρειν,