Ancient Greek · ~4 min
Section 10
Origen, Dialogus cum Heraclide 10
Not analysed yet
καὶ μυσαροῖς καὶ μιαροῖς τὰ ὑπὸ τῶν πολλῶν καταφρονούμενα. Τί γὰρ λέγει; ‘Μὴ πλανᾶσθε· οὔτε πόρνοι, οὔτε μοιχοί, οὔτε μαλακοί, οὔτε ἀρσενοκοῖται, οὔτε κλέπται, οὐ μέθυσοι, οὐ λοίδοροι βασιλείαν Θεοῦ κληρονομήσουσιν.’ Ὁρᾷς τοῖς τηλικούτοις κακοῖς, τῷ ἀρσενοκοίτῃ, τῷ μαλακῷ, τῷ μοιχῷ, τῷ πόρνῳ συνηρίθμησεν τὸν μέθυσον, τὸν λοίδορον, ἁμαρτήματα καταφρονούμενα ὑπὸ πάντων ἡμῶν, ἵνα διδαχθῶμεν ὅτι οὐκ ἐπ' ἐκείνοις μόνοις ἐκβαλλόμεθα ἐκ τῆς βασιλείας τοῦ Θεοῦ, ἀλλὰ καὶ ἐπὶ τούτοις ἃ νομίζεται εἶναι ἐλάττονα. Διόπερ μήτε λοιδορῶμεν, μήτε μεθύωμεν, μήτε ἁρπάζωμεν, μήτε κλέπτωμεν, μηδὲ τὰ οὐ θεμιτὰ πράττωμεν, κἂν πλανώμεθα. Εἴ τι περὶ κανόνος λείπει, ὑπομνήσατε· ἔτι λοιπὸν εἰς τὴν γραφὴν ἐροῦμεν.» Διονύσιος εἶπεν· «Εἰ ἡ ψυχὴ τὸ αἷμα;» Ὠριγένης εἶπεν· «Ἦλθέν μου εἰς τὰς ἀκοάς, καὶ πεπληροφορημένος λέγω, ὅτι τινὲς τῶν ἐνταῦθα καὶ τῶν ἐν τοῖς ἀστυγείτοσιν οἴονται μετὰ τὴν ἐντεῦθεν ἀπαλλαγὴν τὴν ψυχὴν μηδὲν αἰσθάνεσθαι, ἀλλὰ εἶναι ἐν τῷ μνημείῳ, ἐν τῷ σώματι. Καὶ οἶδα περὶ τούτου τραχύτερον ἐνεχθεὶς πρὸς τὸν ἄλλον Ἡρακλείδαν καὶ Κέλερα τὸν πρὸ αὐτοῦ, καὶ τοσοῦτον τραχύτερον ὥστε καταλιπεῖν καὶ θελῆσαι ἀπελθεῖν· καίτοι τιμῆς ἕνεκεν καὶ τοῦ λόγου μετεπέμψατο ἡμᾶς· συγκατέβημεν εἰς