Ancient Greek · ~5 min
Section 11
Origen, Dialogus cum Heraclide 11
Not analysed yet
τὸν λόγον, ἔδωκεν φωνὴν ὡς ἐκεῖνος ἐκάθαρεν αὑτὸν ὡς πρὸς ἡμᾶς φωναῖς πίστεως †ὅτι ὡς πρὸς Θεόν. Ἀναγκαίως οὖν καὶ τοῦτο ζητεῖ ὁ ἀγαπητὸς Διονύσιος. Τὰ ῥητὰ ὑφ' ὧν περισπῶνται, μή τί με λάθῃ αὐτῶν, πρῶτον ἐκθήσομαι, καὶ πρὸς ἕκαστον, Θεοῦ διδόντος, κατὰ τὴν εὐχὴν ὑμῶν ἀποκρινούμεθα. —Τὸ μὲν περισπάσαν ἐστὶν ὅτι ‘Ἡ ψυχὴ πάσης σαρκὸς αἷμά ἐστιν’· καὶ τοῦτο τὸ ῥητὸν δεινῶς ἐκίνησεν τοὺς μὴ νοήσαντας αὐτό· καὶ ‘Οὐ φάγεσθε τὴν ψυχὴν μετὰ τῆς σαρκός· πρόσεχε ἰσχυρῶς τοῦ μὴ φαγεῖν αἷμα· οὐ φάγεσθε τὴν ψυχὴν μετὰ τῆς σαρκός’. Τὸ περισπάσαν τοῦτό ἐστιν· τὰ γὰρ ἕτερα τὰ περισπάσαντα πολλῷ ἐλάττονά ἐστιν τῆς ἐμφάσεως τῆς κατὰ ταῦτα διανοίας. Ἐγὼ δὲ κατὰ τὰ ἐμὰ μέρη, εὐχόμενος βοηθεῖσθαι ἐν τῷ ἀναγινώσκειν τὰ θεῖα (βοηθείας γὰρ δεόμεθα ἵνα μὴ ἄλλο τι παρὰ τὴν ἀλήθειαν φρονήσωμεν) . . . Εὗρον ὁμωνύμως πᾶσι τοῖς σωματικοῖς ὀνομαζόμενα οὐ σωματικά, ἵνα τὰ μὲν σωματικὰ ᾖ κατὰ τὸν ἔξω ἄνθρωπον, τὰ δὲ ὁμώνυμα τοῖς σωματικοῖς κατὰ τὸν ἔσω. Δύο ἀνθρώπους ἡ γραφὴ λέγει εἶναι τὸν ἄνθρωπον· ‘Εἰ γὰρ καὶ ὁ ἔξω ἡμῶν ἄνθρωπος διαφθείρεται, ἀλλ' ὁ ἔσω ἡμῶν ἀνακαινοῦται ἡμέρᾳ καὶ ἡμέρᾳ’· καὶ ‘Συνήδομαι τῷ νόμῳ τοῦ Θεοῦ κατὰ τὸν ἔσω ἄνθρωπον.’ Τούτους τοὺς δύο ἀνθρώπους ὁ μὲν ἀπόστολος πανταχοῦ παρίστησιν καθ' ἕκαστον.