Ancient Greek · ~6 min
Section 15
Origen, Dialogus cum Heraclide 15
Not analysed yet
βαλών, ὡς ῥίψας τὰ θεῖα τοῖς ὄφεσιν, ὡς μεταδοὺς ‘τοῦ ξύλου τῆς ζωῆς’ τῷ ὄφει. Ἵνα μὴ ἐγκληθῶ, μεταμορφώθητε, ‘ἀπόθεσθε τὴν κακίαν’, στάσιν, ‘ὀργήν’, μάχας, ‘θυμόν’, λύπας, διχόνοιαν, ἵνα μὴ ᾖ μηκέτι ‘ἐν ὑμῖν σχίσματα ἀλλ' ἦτε κατηρτισμένοι τῷ αὐτῷ νοῒ καὶ τῇ αὐτῇ γνώμῃ’. Ἀγωνιῶ καὶ εἰπεῖν, ἀγωνιῶ καὶ μὴ εἰπεῖν. Διὰ τοὺς ἀξίους θέλω εἰπεῖν, μὴ ἐγκληθῶ ὡς τῶν δυναμένων ἀκούειν ἀποστερήσας τὸν λόγον· διὰ τοὺς μὴ ἀξίους ὀκνῶ εἰπεῖν, διὰ τὰ προειρημένα, μή ποτε ῥίψω τὰ ἅγια κυσὶν καὶ βαλῶ τοὺς μαργαρίτας τοῖς χοίροις. Ἰησοῦ μόνου ἔργον ἦν εἰδέναι χωρίζειν ἐν τοῖς ἀκροαταῖς τοὺς ἔξω ἀπὸ τῶν ἔσω, ἵνα τοῖς μὲν ἔξω ἐν παραβολαῖς λέγῃ, τοῖς δὲ εἰσελθοῦσιν αὐτοῦ εἰς τὴν οἰκίαν λύσῃ τὰς παραβολάς. Τὸ ἔξω καὶ τὸ εἰσελθεῖν εἰς τὴν οἰκίαν μυστικόν ἐστιν. ‘Τί γάρ μοι τοὺς ἔξω κρίνειν;’ Πᾶς ὁ ἁμαρτάνων ἔξω ἐστίν· διὰ τοῦτο ἐν παραβολαῖς λεγέσθω τοῖς ἔξω, ἐάν πως δυνηθῶσιν καταλιπόντες τὰ ἔξω γενέσθαι ἔσω. Τὸ εἰσελθεῖν εἰς τὴν οἰκίαν μυστικόν ἐστιν· εἰσέρχεται εἰς τὴν Ἰησοῦ οἰκίαν ὁ γνήσιος αὐτοῦ μαθητής, εἰσέρχεται διὰ τοῦ φρονεῖν τὰ ἐκκλησιαστικά, διὰ τοῦ βιοῦν ἐκκλησιαστικῶς. Τὸ ἔσω καὶ τὸ ἔξω πνευματικόν ἐστιν. Ὁρᾷς πόσα λέγω ἐν προοιμίῳ εὐτρεπίζων τοὺς ἀκροατάς. Ὀκνῶ εἰπεῖν μέλλων ἐν τῷ λέγειν ὑπερτιθέμενος. Τί ποιῆσαι βούλομαι; Λαβεῖν λόγον θεραπεύοντα τὰς ψυχὰς τῶν ἀκουόντων. Ὁ ἄνθρωπος τοίνυν κτιζόμενος πρότερον μὲν ἐκτίσθη ὁ ‘κατ' εἰκόνα’, οὗ ὕλη οὐχ εὑρίσκεται· οὐδὲ γὰρ ἐξ ὕλης ἐστὶν ὁ ‘κατ' εἰκόνα’· ‘Καὶ εἶπεν ὁ Θεός· Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα καὶ καθ' ὁμοίωσιν ἡμετέραν·