Ancient Greek · ~5 min
Section 14
Origen, Dialogus cum Heraclide 14
Not analysed yet
πονηρὸς γὰρ ἄνθρωπος ἀκούει ‘ὄφις’ καὶ ‘γεννήματα ἐχιδνῶν’· εἰ τοίνυν θέλομεν ἀκούειν ὅτι ἐν ἡμῖν ἔστιν μεταμορφωθῆναι ἀπὸ ὄφεων, ἀπὸ χοίρων, ἀπὸ κυνῶν, μάθωμεν ἀπὸ τοῦ ἀποστόλου τὴν ἐφ' ἡμῖν μεταμόρφωσιν. Φησὶν γὰρ οὕτως· ‘Ἡμεῖς δὲ πάντες ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατοπτριζόμενοι τὴν αὐτὴν εἰκόνα μεταμορφούμεθα.’ Εἰ ὑλακτικὸς ἦς καὶ ὁ λόγος σε ἔπλασεν καὶ μετεποίησέν σε, μετεμορφώθης ἀπὸ κυνὸς εἰς ἄνθρωπον. Εἰ ἀκάθαρτος ἦς καὶ ὁ λόγος καθίκετό σου τῆς ψυχῆς καὶ παρέσχες σεαυτὸν τῇ τοῦ λόγου πλάσει, μετέβαλες ἀπὸ χοίρου εἰς ἄνθρωπον. Εἰ θηριώδης ἦς, ἀκούων λόγον τὸν ἡμεροῦντα, τὸν τιθασσεύοντα, τὸν εἰς ἄνθρωπόν σε μεταβάλλοντα ἐπὶ τῷ βουλήματι τοῦ λόγου, οὐκέτι ἀκούσει ‘ὄφις, γεννήματα ἐχιδνῶν’. Οὐκ ἂν γὰρ εἰ ἀδύνατον ἦν τοὺς ὄφεις τούτους, <τοὺς> κατὰ ψυχὴν διὰ κακίαν ὄφεις, μεταβαλεῖν, ὁ Σωτὴρ ἔλεγεν (ἢ ὁ Ἰωάννης)· ‘Ποιήσατε οὖν καρποὺς ἀξίους τῆς μετανοίας.’ Μετανοήσας οὐκέτι εἶ ‘ὄφις, γεννήματα ἐχιδνῶν’. Ἐπεὶ τοίνυν περὶ ἀνθρώπου πρόκειται λέγειν, καὶ περὶ τῆς ψυχῆς τοῦ ἀνθρώπου ζητεῖν εἰ μή ἐστιν αἷμα, καὶ ὁ λόγος ἡμᾶς ἀπῄτησε φθάσαι ἐπὶ τὸν περὶ δύο ἀνθρώπων καθ' ἕκαστον λόγον, καὶ ἤλθομεν ἐπὶ λόγον μυστικόν, παρακαλοῦμεν ὑμᾶς ἵνα μὴ ἐγκληθῶ δι' ὑμᾶς ὡς τοὺς μαργαρίτας χοίροις, ὡς τὰ ἅγια κυσὶ