Ancient Greek · ~4 min
Section 17
Origen, Dialogus cum Heraclide 17
Not analysed yet
ὀφθαλμούς μου, καὶ κατανοήσω τὰ θαυμάσια τοῦ νόμου σου’, ὡς κεκαλυμμένων αὐτοῦ τῶν ὀφθαλμῶν οὐχί, ἀλλ' εἰσὶν οἱ ὀφθαλμοὶ ἡμῶν ὁ νοῦς. Τοῦ Ἰησοῦ μόνου ἐστὶν ἀποκαλύψαι, ἵνα δυνηθῶμεν τὰ γεγραμμένα θεωρῆσαι καὶ τὰ κεκρυμμένως εἰρημένα κατανοῆσαι. Ὦτα ἔχει ὁ ἔξω ἄνθρωπος, καὶ ὁ ἔσω ἄνθρωπος λέγεται ὦτα ἔχειν. ‘Ὁ ἔχων ὦτα ἀκούειν, ἀκουέτω.’ Πάντες εἶχον ὦτα τὰ τῆς αἰσθήσεως, ἀλλ' οὐ πάντες ἦσαν κατωρθωκότες τὸ ἔχειν τὰς ἔνδον ἀκοὰς κεκαθαρμένας. Ταῦτα τὰ ὦτα οὐκ ἐφ' ἡμῖν, ἐκεῖνα ἐφ' ἡμῖν· καὶ ἐπεὶ ἐφ' ἡμῖν ἐστιν ἔχειν ἐκεῖνα τὰ ὦτα, διὰ τοῦτο λέγει ὁ προφήτης· ‘Οἱ κωφοὶ ἀκούσατε, καὶ οἱ τυφλοὶ ἀναβλέψατε ἰδεῖν· καὶ τίς κωφὸς ἀλλ' ἢ οἱ παῖδές μου καὶ τίς τυφλὸς ἀλλ' ἢ οἱ κυριεύοντες αὐτῶν; Καὶ ἐτυφλώθησαν οἱ δοῦλοι τοῦ Θεοῦ.’ Ὅτι ἐφ' ἡμῖν ἐστιν τὸ κωφωθῆναι . . . (προσέχωμεν· μέλλει ἅπτεσθαι πάντων ἡμῶν τὰ λεγόμενα· τὸν ἔσω ἄνθρωπον δεῖ διαγράψαι ἵνα τὸ αἷμα εὑρεθῇ), ὅτι ἐφ' ἡμῖν ἐστιν τὸ κωφωθῆναι κατ' ἐκείνας τὰς ἀκοάς, ἄκουε τοῦ προφήτου λέγοντος· ‘Ἀπηλλοτριώθησαν οἱ ἁμαρτωλοὶ ἀπὸ μήτρας, ἐπλανήθησαν ἀπὸ γαστρός, ἐλάλησαν ψευδῆ. Θυμὸς αὐτοῖς κατὰ τὴν ὁμοίωσιν τοῦ ὄφεως, ὡσεὶ