Ancient Greek · ~4 min
Section 18
Origen, Dialogus cum Heraclide 18
Not analysed yet
ἀσπίδος κωφῆς καὶ βυούσης τὰ ὦτα αὐτῆς, ἥτις οὐκ εἰσακούσεται φωνὴν ἐπᾳδόντων αὐτῇ φαρμάκου τε φαρμακευομένου παρὰ σοφοῦ.’ Καὶ ὑμεῖς, ὅσοι συνοίδατε ἑαυτοῖς ἐν αἰτίᾳ εἶναι, εἰ ἀκούετε λόγου καὶ ‘φαρμάκου φαρμακευομένου παρὰ σοφοῦ’ καὶ ἀκούετε λόγων ἐπᾳδόντων, ἵνα καταστείλῃ ὑμῶν τὸν θυμὸν καὶ τὴν κακίαν, εἶτα βύετε τὰ ὦτα οὐκ ἀνοίγοντες οὐδὲ ἀναπεταννύντες αὐτὰ πρὸς παραδοχὴν τῶν λεγομένων, φθάσει ἐφ' ὑμᾶς τὸ ‘Θυμὸς αὐτοῖς κατὰ τὴν ὁμοίωσιν τοῦ ὄφεως ὡσεὶ ἀσπίδος κωφῆς καὶ βυούσης τὰ ὦτα αὐτῆς, ἥτις οὐκ εἰσακούσεται φωνὴν ἐπᾳδόντων φαρμάκου τε φαρμακευομένου παρὰ σοφοῦ’. Ὁ ἔξω ἄνθρωπος ὀσφραίνεται μυκτῆρσιν, ἀντιλαμβανόμενος εὐωδίας καὶ δυσωδίας· καὶ ὁ ἔσω ἄνθρωπος ἀντιλαμβάνεται εὐωδίας δικαιοσύνης καὶ δυσωδίας ἁμαρτημάτων ἄλλοις μυκτῆρσιν, εὐωδίας μὲν ὡς ὁ ἀπόστολος διδάσκει λέγων· ‘Εὐωδία Χριστοῦ ἐσμεν τῷ Θεῷ ἐν παντὶ τόπῳ, ἐν τοῖς σωζομένοις καὶ ἐν τοῖς ἀπολλυμένοις, οἷς μὲν ὀσμὴ ἐκ θανάτου εἰς θάνατον, οἷς δὲ ὀσμὴ ἐκ ζωῆς εἰς ζωήν.’ Φησὶν δὲ καὶ ὁ Σολομὼν ἐν τῷ ᾌσματι τῶν ᾀσμάτων ἐκ προσώπου τῶν νεανίδων τῶν θυγατέρων Ἱερουσαλήμ· ‘Ὀπίσω σου εἰς ὀσμὴν μύρων σου δραμοῦμεν.’ Ὥσπερ οὖν τοῖς