Ancient Greek
Section 22
Origen, Dialogus cum Heraclide 22
Not analysed yet
Ἔχει καρδίαν ὁ ἔσω ἄνθρωπος· ‘Ἀκούσατέ μου οἱ ἀπολωλεκότες τὴν καρδίαν.’ Ἐκεῖνοι καρδίαν εἶχον ταύτην τὴν τοῦ σώματος· οὐ γὰρ ἀπόλλυται ἐκείνη ἡ καρδία. Ὅταν δέ τις ἀμελήσῃ τῆς γεωργίας τῆ[ς] ἕξεως νοητικῆς, καὶ ἀπὸ πολλῆς ἀ[ρ]γίας ἀποθῆται τὸ διανοητικόν, ἀπολώ[λ]εκεν τὴν καρδίαν, καὶ λέγεται πρὸς τὸν τοιοῦτον. ‘Ἀκούσατέ μου οἱ ἀπολωλεκότες τὴν καρδίαν.’ ‘Ὑμῶν δὲ καὶ αἱ τρίχες τῆς κεφαλῆς πᾶσαι ἠριθμημέναι εἰσίν.’ Ποῖαι τρίχες; Δι' ὃ ἦσαν πνευματικῶς ναζιραῖοι. Ἐπεὶ ἔχεις ταῦτα πάντα τοῦ αἰσθητοῦ σώματος περὶ τὸν ἔσω ἄνθρωπον, μηκέτι δίσταζε καὶ περὶ τοῦ αἵματος ὅτι ὁμωνύμως τῷ αἰσθητῷ αἵματι, ὡς καὶ τὰ ἄλλα μέλη τοῦ σώματος, ἐστὶν κατὰ τὸν ἔσω ἄνθρωπον. Ἐκεῖνο τὸ αἷμα ψυχῆς ἁμαρτωλοῦ ἐκχεῖται· καὶ γὰρ ‘Τὸ αἷμα τῶν ψυχῶν ὑμῶν ἐκζητηθήσεται’. Οὐκ εἶπεν Τὸ αἷμα ὑμῶν, ἀλλὰ ‘Τὸ αἷμα τῶν ψυχῶν ὑμῶν’. Καὶ ‘Τὸ αἷμα ἐκ χειρὸς τοῦ σκοποῦ ἐκζητήσω’. Ποῖον αἷμα ἐκζητεῖ ὁ Θεὸς ‘ἐκ χειρὸς τοῦ σκοποῦ’ ἢ ἐκεῖνο τὸ ἐκχεόμενον τοῦ ἁμαρτωλοῦ; Οὕτως ἀπόλλυται καρδία τοῦ ἄφρονος, καὶ λέγεται ‘Ἀκούσατέ μου οἱ ἀπολωλεκότες τὴν καρδίαν’, ὡς ἐκχεῖται τὸ αἷμα καὶ ἡ δύναμις ἡ ζωτικὴ τῆς ψυχῆς.