Ancient Greek
Section 21
Origen, Dialogus cum Heraclide 21
Not analysed yet
Ποίαν κοιλίαν ἀλγεῖ; Ἣν καὶ ἡμεῖς ἀλγοῦμεν, ᾗ ἐπεὶ ὤ[δ]ινεν τὸν λαὸν ‘τὴν κοιλίαν ἀλγῶ’ καὶ ‘τὰ αἰσθητήρια’, οὐ ταῦτα ἀλλὰ ‘τῆς καρδίας μου’. Ἐὰν καὶ ἐπὶ τὰ λεπτὰ μέρη ἔλθω τοῦ σώματος, βλέπω αὐτὰ ἄσα[ρ]κα ἐπὶ τὴν ψυχήν. ‘Κύριε, μὴ τῷ θ[υ]μῷ σου ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με. Ἐλέησόν με, Κύριε, ὅτι ἀσθενής εἰμι· ἴασαι με, Κύριε, ὅτι ἐταράχθη τὰ ὀστᾶ μου.’ Ποῖα ὀστᾶ ἐταράχθη τοῦ προφήτου; Ἡ ἁρμονία τῆς ψυχῆς καὶ τὸ στερρὸν τῆς διανοίας αὐτοῦ ἦν τεταραγμένον, καὶ παρακαλεῖ περὶ τῆς ἀποκαταστάσεως ἐκείνων τῶν ὀστέων. ‘Ἐσκορπίσθησαν τὰ ὀστᾶ ἡμῶν παρὰ τὸν ᾅδην.’ Ποῖα ὀστᾶ τοῦ λέγοντος ἐσκορπίσθη παρὰ τὸν ᾅδην; Ἐὰν ἴδῃς μοι τὸν ἡμαρτηκότα καὶ ἴδης αὐτοῦ τὰς ἁρμονίας ἐν τῷ χωρίῳ τῆς ἁμαρτίας, ἐν τῷ χωρίῳ τῶν νεκρῶν, ἐν τῷ χωρίῳ τῆς κακίας, ἐρεῖς περὶ τοῦ τοιούτου ὅτι τὰ ὀστᾶ αὐτοῦ ἐσκορπίσθη. ‘Πάντα τὰ ὀστᾶ μου ἐροῦσιν· Κύριε, τίς ὅμοιός σοι;’ Ταῦτα τὰ ὀστᾶ λαλεῖ, διαλέγεται, λέγει, αἰσθάνεται τοῦ Θεοῦ, καὶ ταῦτα ἀναίσθητα ὡς ἰατρῶν παῖδες παριστᾶσιν πρίζοντες ὀστᾶ τοῦ μὴ αἰσθανομένου ἐν τῇ πρίσει. ‘Πάντα οὖν τὰ ὀστᾶ μου ἐροῦσιν· Κύριε, τίς ὅμοιός σοι;’ Ὀστᾶ πάντα ἔχει ὁ ἔσω ἄνθρωπος.