Ancient Greek · ~4 min
Section 24
Origen, Dialogus cum Heraclide 24
Not analysed yet
Περὶ ὧν λέγει ὁ Παῦλος· ‘Τούτου χάριν κάμπτω μου τὰ γόνατα πρὸς τὸν Πατέρα ἐξ οὗ πᾶσα πατριά.’ Οὕτω καθ' ἡμᾶς ‘ἀπελύθη Ἀαρών’· καὶ γὰρ ἐν τῷ Ἐκκλησιαστῇ γέγραπται περὶ τοῦ δικαίου τοῦ καλῶς ἀγωνισαμένου, τοῦ ἐξελθόντος ἀπὸ τοῦ σωματικοῦ δεσμοῦ [ὅ]τι ‘Ἐξ οἴκου τῶν δεσμίων ἐξελεύσε[τα]ι τοῦ βασιλεῦσαι’. Οὕτω πείθομαι ἀ[πο]θνῄσκειν ὑπὲρ ἀληθείας, οὕτως [ἑ]τοίμου τοῦ λεγομένου θανάτου καταφρονῶ, οὕτως φέρε θηρία, φέρε σταυρούς, φέρε πῦρ, φέρε βασάνους. Οἶδα ὅτι ἅμα τῷ ἀπαλλαγῆναι ἐξέρχομαι τοῦ σώματος, μετὰ Χριστοῦ ἀναπαύομαι. Διὰ τοῦτο ἀγωνισώμ[εθα], διὰ τοῦτο παλαίσωμεν, στενάζωμ[ε]ν ὄντες ἐν [τ]ῷ σώματι, οὐχ ὡς πάλιν ἐσόμενοι ἄρτι ἐν τοῖς μνημείοις ἐν τῷ σώματι, ἀλλ' ἀπολυθησόμενοι μέν, μεταβαλοῦντες δὲ τὸ σῶμα ἐπὶ τὸ πνευματικώτερον· ἀναλύσοντες δὲ καὶ σὺν Χριστῷ ἐσόμενοι, πῶς στενάζομεν οἱ ὄντες ἐν τῷ σώματι;» Εἰσελθόντος Φιλίππου ἐπισκόπου, Δημήτριος, ἄλλος ἐπίσκοπος, εἶπεν· «Διδάσκει ὁ ἀδελφὸς Ὠριγένης ὅτι ἡ ψυχὴ ἀθάνατός ἐστιν.» Ὠριγένης εἶπεν· «Ὁ λόγος τοῦ πάπα Δημητρίου ἄλλου προβλήματος δέδωκεν ἡμῖν ἀρχήν. Ἔφασκεν ἡμᾶς εἰρηκέναι ὅτι ἀθάνατος ἡ ψυχή. Πρὸς τοῦτον τὸν