Ancient Greek · ~4 min
Section 25
Origen, Dialogus cum Heraclide 25
Not analysed yet
λόγον ἐρῶ ὅτι καὶ ἀθάνατος ἡ ψυχὴ καὶ οὐκ ἀθάνατος ἡ ψυχή. Τὸ ὄνομα τοῦ θανάτου πρῶτον διαστείλωμεν καὶ ὅσα σημαίνεται ἐκ τῆς τοῦ θανάτου φωνῆς. Παραστῆσαι πειράσομαι ὅσα σημαίνεται οὐ καθ' Ἕ[λ]ληνας, ἀλλ' ὅσα σημαίνεται κατὰ [τὴ]ν θείαν γραφήν. Ἴσως μέν μο[υ ς]οφώτερος καὶ ἄλλα σημαινόμ[ε]να παραστήσει· ἐγὼ μέντοι γε ἐπὶ τοῦ παρόντος οἶδα τρεῖς θανάτους. Ποίους τούτους τρεῖς θανάτους; ‘Ζῇ’ τις ‘τῷ Θεῷ’ καὶ ‘ἀπέθανεν τῇ ἁμαρτίᾳ’ κατὰ τὸν ἀπόστολον. Οὗτος μακάριος ὁ θάνατος· ἀποθνῄσκει τις τῇ ἁμαρτίᾳ· τοῦτον τὸν θάνατον ὁ [Κύριός] μου ἀπέθανεν. ‘Ὃ γὰρ ἀπέθανεν, τῇ ἁμαρτίᾳ ἀπέ[θ]ανεν.’ Οἶδα καὶ ἄλλον θάνατον καθ' ὃν ἀποθνῄσκει τις τῷ Θεῷ, περὶ οὗ εἴρηται· ‘Ψυχὴ ἡ ἁμαρτάνουσα αὐτὴ ἀποθανεῖται.’ Οἶδα καὶ τρίτον θάνατον καθ' ὃν κοινῶς νομίζομεν τοὺς ἀπαλλαγέντας τοῦ σώματος ἀποτεθνάναι· ‘ἔζησεν’ γὰρ Ἀδὰμ ‘ἔτη τριάκοντα καὶ ἐνακόσια, καὶ ἀπέθανεν’. Τριῶν τοίνυν ὄντων θανάτων, ἴδωμεν ἡ ψυχὴ ἀνθρωπίνη πότερόν ἐστιν κατὰ τοὺς τρεῖς θανάτους ἀθάνατος, ἢ οὐ κατὰ τοὺς τρεῖς θανάτους, ἀλλὰ κατά τινας τούτων ἀθάνατος. Κατὰ τὸν μέσον θάνατον πάντες ἄνθρωποι ἀποθνῄσκομεν· ὃν διάλυσιν νομίζομεν εἶναι. <Τοῦτον> τὸν θάνατον οὐδεμία ψυχὴ ἀνθρώπου ἀποθνῄσκει·