Ancient Greek
Section 28
Origen, Dialogus cum Heraclide 28
Not analysed yet
σε ἐξελθεῖν ἐκ μήτρας, ἡγίακά σε’, ὁποίαν εἶχεν Ἰεζεκιὴλ βλέπων τὰ Χερουβίμ, βλέπων τοὺς τροχούς, τὰ ἀπόρρητα μυστήρια, πῶς ζησόμεθα, ὅταν μηκέτι ὑπὸ τὴν σκιὰν ζῶμεν τῆς ζωῆς, ἀλλὰ γενώμεθα ἐν αὐτῇ τῇ ζωῇ. Νῦν γὰρ ‘ἡ ζ[ω]ὴ’ ἡμῶν ‘κέκρυπται σὺν τῷ Χριστῷ· [ὅ]ταν δὲ Χριστὸς φανερωθῇ, ἡ ζωὴ ἡμῶν, [τό]τε καὶ’ ἡμεῖς ‘σὺν αὐτῷ’ φανερωθ[ης]όμεθα ‘ἐν δόξῃ’. Ἐπὶ ταύτην τὴν ζωὴν σπεύσωμεν, στενάζοντες, λυπούμενοι ὅτι ἐσμὲν ἐν τῷ σκηνώματι, ὅτι ἐνδημοῦμεν ἐν τῷ σώματι. Ὅσον ‘ἐνδημοῦμεν ἐν τῷ σώματι, ἐκ[δ]ημοῦμεν ἀπὸ τοῦ Κυρίου’. Ἐ[πιπ]οθήσωμεν ‘ἐκδημῆσαι ἀπὸ το[ῦ σώ]μ[ατος κ]αὶ ἐνδημῆσαι πρὸς τὸν [Κύριον]’, ἵν' ἐ[νδ]ημοῦντε[ς] αὐτῷ γενώ[με]θα ἓν πρὸς τὸν Θεὸν τῶν ὅλων [καὶ] τὸν μονογενῆ αὐτοῦ Υἱὸν [ὁρῶμεν] πρὸς πάντα σωζόμενοι καὶ μακάρι[οι γ]ινόμενοι, ἐν Ἰησοῦ Χριστῷ ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμ[ή]ν.»