Ancient Greek · ~5 min
Section 27
Origen, Dialogus cum Heraclide 27
Not analysed yet
ἐν βεβαιώσει τῆς μακαριότητος ὥστε ἀνεπίδεκτος εἶναι τοῦ θανάτου, ἡ δὲ ἔχουσα τὴν αἰώνιον ζωὴν οὐκέτι ἐστὶν θνητή, ἀλλὰ γέγονεν καὶ κατὰ τοῦτο τὸ σημαινόμενον ἀ[θ]άνατος. —Πῶς εἴρηται παρὰ τῷ ἀπο[στ]όλῳ ‘Ὁ μόνος ἔχων ἀθανασίαν’ [ἐπὶ] τοῦ Θεοῦ; Ζητῶ ἵν' εὕρω ὅτι Χριστὸς Ἰησοῦς ‘ὑ[πὲ]ρ πάντων ἀπέθανεν χωρὶς Θεοῦ’. Ἔχ[ει]ς ὅπως μόνος ὁ Θεὸς ἔχει τὴν ἀθανασίαν. Ἀναλαμβάνωμεν οὖν τὴν αἰώνιον ζωήν· ἀναλαμβάνωμεν ἐκ τοῦ ἐφ' [ἡ]μῖν. Οὐ δίδωσιν αὐτὴν [ἡ]μῖν ὁ Θεός, ἀλλὰ παρατίθησιν· ‘Ἰδοὺ δέδω[κα] πρὸ προσώπου σου τὴν ζωήν.’ Ἐφ' [ἡμῖ]ν ἐστιν ἐκτεῖνα[ι] τὴν χεῖρ[α, π]ρᾶξα[ι πρ]άξεσιν ἀγαθαῖς καὶ λαβεῖν τὴν [ζω]ὴν καὶ ἐναποθέσθαι τῇ ψυχῇ. Α[ὕτη ἡ] ζωὴ Χριστός ἐστιν εἰπών· ‘Ἐγώ εἰ[μι ἡ ζω]ή’, αὕτη ἡ ζωὴ ἣ νῦν μὲν [δικαίοις] πάρεστιν ἐν σκιᾷ, ‘τότε δὲ πρ[ό]σωπον πρὸς πρόσωπον’· ‘Πνεῦμα’ γὰρ ‘πρὸ προσώπου ἡμῶν Χριστὸς [Κύριος] οὗ εἴπωμεν· Ἐν τῇ ς[κ]ιᾷ αὐτοῦ ζ[ησό]μεθα ἐν τοῖς ἔθνεσιν’. Ε]ἰ τοσαῦτα ἀ[γα]θὰ παρέχει ἡ σκιά σου τῆς ζωῆς, οἵαν εἶχεν Μωϋσῆς προφητεύων, ὁποίαν εἶχεν Ἡσαΐας βλέπων ‘τὸν Κύριον Σαβαὼθ καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου’, ὁποίαν εἶχεν Ἱερεμίας ἀκούων ‘Πρὸ τοῦ με πλάσαι σε ἐν κοιλίᾳ, ἐπίσταμαί σε, καὶ πρὸ τοῦ