Ancient Greek · ~6 min
Section 3
Origen, Dialogus cum Heraclide 3
Not analysed yet
ἀλλὰ διαμασήσασθαι διὰ τοὺς ἀκεραιοτέρους ὡσπερεὶ τὰ κρέα καὶ κατὰ βραχὺ τὸν λόγον ἐντιθέναι ταῖς ἀκοαῖς τῶν ἀκουόντων. Πολλὰ τοίνυν δύο κατὰ τὰς γραφὰς λέγεται εἶναι ἕν. Ποίας γραφάς; Ἀδὰμ ἕτερος, ἡ γυνὴ ἑτέρα. Ἀδὰμ ἕτερος τῆς γυναικὸς καὶ ἡ γυνὴ ἑτέρα τοῦ ἀνδρός· καὶ εἴρηται εὐθέως ἐν τῇ Κοσμοποιΐᾳ ὅτι οἱ δύο ἕν εἰσιν· ‘Ἔσονται γὰρ οἱ δύο εἰς σάρκα μίαν.’ Οὐκοῦν ἔνεστίν ποτε δύο εἶναι μίαν σάρκα. Ἀλλὰ τήρει μοι ὅτι ἐπὶ τοῦ Ἀδὰμ καὶ Εὔας οὐκ εἴρηται ὅτι ἔσονται οἱ δύο εἰς πνεῦμα ἕν, οὐδὲ ἔσονται οἱ δύο εἰς ψυχὴν μίαν, ἀλλ' ‘ἔσονται οἱ δύο εἰς σάρκα μίαν’. Ὁ δίκαιος πάλιν ἕτερος ὢν τοῦ Χριστοῦ λέγεται ὑπὸ τοῦ ἀποστόλου πρὸς τὸν Χριστὸν εἶναι ἕν· ‘Ὁ γὰρ κολλώμενος τῷ Κυρίῳ ἓν πνεῦμά ἐστιν.’ Οὐκ ἔστιν ὃς μὲν οὐσίας ὑποδεεστέρας ἢ καταβεβηκυίας καὶ ἐλάττονος, Χριστὸς δὲ θειοτέρας καὶ ἐνδοξοτέρας καὶ μακαριωτέρας; Οὐκοῦν οὐκέτι εἰσὶν δύο; —Ἀλλὰ γὰρ ὁ ἀνὴρ καὶ γυνὴ ‘οὐκέτι εἰσὶν δύο ἀλλὰ σὰρξ μία’, καὶ ὁ ἄνθρωπος ὁ δίκαιος καὶ ὁ Χριστὸς πνεῦμα ἕν· οὕτως ὁ Σωτὴρ ἡμῶν καὶ Κύριος πρὸς τὸν Πατέρα καὶ Θεὸν τῶν ὅλων ἐστὶν οὐ μία σάρξ, οὐχὶ ἓν πνεῦμα, ἀλλὰ τὸ ἀνωτέρω καὶ σαρκὸς καὶ πνεύματος, εἷς Θεός. Ἔδει γὰρ ἐπὶ μὲν ἀνθρώπων κολλωμένων ἀλλήλοις τὸ «σαρκὸς» ὄνομα κεῖσθαι, ἐπὶ δὲ δικαίου ἀνθρώπου κολλωμένου Χριστῷ τὸ «πνεῦμα» ὄνομα κεῖσθαι, ἐπὶ δὲ Χριστοῦ ἑνουμένου τῷ Πατρὶ οὐ τὸ «σάρξ», οὐ τὸ «πνεῦμα» ὄνομα κεῖσθαι, ἀλλὰ τούτων τιμιώτερον τὸ «Θεός».