Ancient Greek
ΩΡΠΕΝΟΥΣ ΕΠΙΣΤΟΛΗ ΠΡΟΣ ΑΦΡΙΚΑΝΟΝ.
Origen, Epistula ad Africanum 1
Not analysed yet
Ὠριγένης Ἀφρικανῷ ἀγαπητῷ ἀδελφῷ ἐν Θεῷ Πατρὶ διὰ Ἰησοῦ Χριστοῦ τοῦ ἁγίου παιδὸς αὐτοῦ (16) εὖ πράττειν. Ἡ μὲν σὴ ἐπιστολὴ, διʼ ἧς ἐμάνθανον ἐνέφηνας περὶ τῆς ἐν τῷ Δανιὴλ φερομένης ἐν ταῖς Ἐκκλησίαις Σωσάννης, βραχεῖα μέν τις εἶναι δοκεῖ· ἐν ὀλίγοις δὲ πολλὰ προβλήματα ἕχουσα, ὧν ἕκαστον ἐδεῖτο οὐ τῆς τυχούσης ἐξεργασίας, ἀλλὰ τοσαύτης, ὥστε ὑπερβαίνειν τὸν ἐπιστολικὸν χαρακτῆρα, καὶ συγγράμματος ἔχειν (17) περιγραφήν. Ἐγὼ δὲ τὸ ἐμαυτοῦ τῆς διανοίας μέτριον, ὅση δύναμις, κατανοῶν, ἵνα μὴ ἀναισθητοίην ἐμαυτοῦ, θεωρῶ, ὅτι ἀπολείπομαι τῆς ἀπαιτουμένης ἀκριβείας εἰς τὴν ἀντιγραφὴν τῆς ἐπιστολῆς σου· ὡς καὶ οὐδʼ ὀλίγαι τῆς ἐν Νικομηδείᾳ διατριβῆς ἡμέραι μοι διήρκουν πρὸς τὸ κὰν κατὰ τὴν παροῦσαν λέξιν περὶ ὧν ἐξήτησας καὶ ἁπῄτησάς με, ἐπιστεῖλαί σοι. Διόπερ συγγνώμην ἀπονέμων τῇ τε μετριότητί μου καὶ τῇ ἀπὸ τοῦ καιροῦ στενοχωρίᾳ, ἕντυχε τῇ ἐπιστολῇ μετὰ πάσης εὐνοίας (. 18), συνεισφέρων εἴ τι ὑφʼ ἡμῶν παραλέλειπται.