Ancient Greek
ΩΡΠΕΝΟΥΣ ΕΠΙΣΤΟΛΗ ΠΡΟΣ ΑΦΡΙΚΑΝΟΝ.
Origen, Epistula ad Africanum 2
Not analysed yet
Καὶ πρῶτόν γε ἕφασκες, ὅτι ἡνίκα διελεγόμην τῷ ἑταίρῳ ἡμῶν Βάσσῳ (19), καὶ συνεχρώμην τῇ τοῦ Δανιὴλ νεωτέρου προφητεύσαντος περὶ τῶν κατὰ τὴν Σωσάνναν Γραφῇ, τοῦτο πεποίηκα, ὡς λανθάνοντός με τοῦ μέρους τοῦ βιβλίου κεκιβδηλευμένου ὅντος. Καὶ ἕλεγες τὴν περικοπὴν ταύτην ἐπαινεῖν μέν πως ὥς τι χαρίεν· ἔφασκες δὲ ψέγειν ὡς οὖσαν σύγγραμμα νεωτερικὸν καὶ πεπλασμένον· καὶ ὅτι, ὡς οὐδὲ Φιλιστίων ὁ μῖμος, ἐχρήσατο ἀναπλάσας (20) τὸ συγγραμμάτιον τῇ τῶν ὀνομάτων γειτνιάσει, πρίνου πρὸς πρίσιν, καὶ σχίνου πρὸς σχίσιν· Ἅπερ κατὰ μὲν τὴν Ἐλλήνων φωνὴντοιαῦτα εἶναι δοκεῖ (21), κατὰ δὲ τὴν Ἑβραίων οὐδαμῶς. Ἴσθι τοίνυν πρὸς ταῦτα, τί χρὴ ἡμᾶς πράττειν οὐ περὶ τῶν κατὰ Σωσάνναν μόνον (22), ἐν μὲν τῷ καθʼ Ἕλληνας Ἑλληνικῷ φερομένων ἐν πάσῃ Ἐκκλησίᾳ Χριστοῦ, παρὰ δὲ Ἑβραίοις μὴ κειμένων· οὐδὲ περὶ τῶν, ὡς ἔφασκες, ἄλλων δύο περικοπῶν τῶν ἐπὶ τέλει τοῦ βιβλίου περί τε τῶν κατὰ τὸν Βὴλ, καὶ τὸν δράκοντα ἀναγεγραμμένων, οὐδ’ αὐτῶν ἐν τῷ Δανιὴλ τῶν Ἑβραίων γεγραμμένων· ἀλλὰ καὶ περὶ ἄλλων μυρίων, ἃ κατὰ τὴν μετριότητα ἡμῶν τοῖς Ἑβραῖκοῖς συγκρίναντες ἀντιγράφοις τὰ ἡμέτερα (23). πολλαχοῦ εὕρομεν. Ἐν μὲν γὰρ αὐτῷ τῷ Δανιὴλ περὶ τῆς καμίνου τῆς καομένης, τὸ «πεπεδημένοι »εὕρομεν· ἐν δὲ τοῖς ἡμετέροις ἀντιγράφοις περισσεύοντα παρὰ τὰ ἐν τοῖς Ἑβραϊκοῖς ἕπη οὐκ ὀλίγα, ὥν ἀρχὴ κατὰ μέν τινα τῶν φερομένων ἐν ταῖς ἐκκλησίαις ἦν οὕτως· «Προσηύξαντο Ἀνανίας, καὶ Ἀζαρίας, καὶ Μισαὴλ, καὶ ὕμνησαν τὸν Κύριον· »ἕως τοῦ «Εὐλογεῖτε πάντες οἱ σεβόμενοι Κύριον τὸν Θεὸν τῶν θεῶν. Ὑμνεῖτε καὶ ἐξομολογεῖσθε, ὅτι εἰς τὸν αἰῶνα τὸ ἕλεος αὐτοῦ, καὶ εἰς τὸν αἰῶνα τῶν αἰώνων. Καὶ ἐγένετο ἐν τῷ ἀκοῦσαι τὸν βασιλέα ὑμνούντων αὐτῶν, καὶ ἐθεώρει αὐτοὺς ζῶντας. »Κατὰ δὲ ἕτερα· «Καὶ περιεπάτουν ἐν μέσῳ τῆς φλογὸς ὑμνοῦντες τὸν Θεὸν, καὶ εὐλογοῦντες τὸν Κύριον· »ἕως τοῦ· «Εὐλογεῖτε πάντες οἱ σεβόμενοι τὸν Κύριον τὸν Θεὸν τῶν θεῶν. Ὑμνεῖτε καὶ ἐξομολογεῖσθε, ὅτι εἰς πάντας τοὺς αἰῶνας τὸ ελεος αὐτοῦ.» Συνῆπτο δὲ ἐν τοῖς Ἑβραῖκοῖς τό· «Καὶ οἱ ἄνδρες ἐκεῖνοι οἱ τρεῖς Σεδρὰχ, Μισὰχ, Ἀβδενεγὼ, ἔπεσον εἰς μέσον τοῦ πυρὸς πεπεδημένοι· »τό τε «Ὁ βασιλεὺς ὁ Nαβουχοδονόσορ ἐθαύμασε, καὶ ἀνέστη ἐν σπουδῇ, καὶ ἀπεκρίθη, καὶ εἶπε τοῖς μεγιστᾶσιν αὐτοῦ.» Οὕτω γὰρ Ἀκύλας (24) δουλεύων τῇ Ἑβραῖκῇ λέξει ἐκδέδωκεν εἰπών· φιλοτιμότερον πεπιστευμένος παρὰ Ἰουδαίοις (25) ἡρμηνευκέναι τὴν Γραφήν· ᾧ μάλιστα εἰώθασι οἱ ἀγνοοῦντες τὴν Ἑβραίων διάλεκτον χρῆσθαι, ὡς πάντων μᾶλλον ἐπιτετευγμένῳ. Τὰ δὲ παρʼ ἡμῖν ἀντίγραφα, ὧν καὶ τὰς λέξεις ἐξεθέμην, τὸ μὲν ἦν κατὰ τοὺς Ο΄· τὸ δὲ ἕτερον καοτί καὶ ὥσπερ παρʼ ἀμφοτέροις ἕκειτο (26) τὸ περὶ τὴν Σωσάνναν, ὡς σὺ φὴς, πλάσμα, καὶ αἱ τελευταῖαι ἐν τῷ Δανιὴλ περικοπαί (27)· οὕτω καὶ ταῦτα ἐν ἕπεσιν,ὡς τοχασμῷ εἰπεῖν, τυγχάνοντα διακοσίοις καὶ πρός.