Ancient Greek
ΩΡΠΕΝΟΥΣ ΕΠΙΣΤΟΛΗ ΠΡΟΣ ΑΦΡΙΚΑΝΟΝ.
Origen, Epistula ad Africanum 16
Not analysed yet
Ἀλλὰ φῄς· «Πῶς περὶ θανάτου ἔκρινον ἐν αἰχμαλωσίᾳ τυγχάνοντες;» οὐκ οἶδα πόθεν ἀμφιβάλλων τὸ βσιλέως εἶναι γυναῖκα, διὰ τὴν ὁμωτυμίαν τοῦ Ἰωακεὶμ, τὴν Σωσάνναν. Λεκτέον δ᾿ ,ὅτι οὐδὲν παράδοξον, μεγάλων ἐθνῶν ὑποχειρίων γενομένων, πρὸς βασιλέως συγκεχωρῆσθαι τοῖς οἰκείοις νόμοις χρῆσθαι (1) τοὺς αἰχμαλώτους καὶ τοῖς δικαστηρίοις. Καὶ νῦν γοῦν Ῥωμαίων βασιλευόντων, καὶ Ἰουδαίωντὸδίδραχμον αὐτοῖς τελούντων, ὅσα συγχωροῦντος Καίσαρος ὁ ἐθνάρχης (2) παρʼ αὐτοῖς δύναται, ὡς μηδὲν διαφέρειν βασιλεύοντος τοῦ ἔθνους, ἵσμεν οἱ πεπειραμένοι. Γίνεται δὲ καὶ κριτήρια λεληθότως κατὰ τὸν νόμον, καὶ καταδικάζονταί τινες τὴν ἐπὶ τῷ θανάτῳ (3)· οὕτε μετὰ τῆς πάντη εἰς τοῦτο παῤῥησίας, οὕτε μετὰ τοῦ λανθάνειν τὸν βασιλεύοντα· καὶ τοῦτο ἐν τῇ χώρᾳ τοῦ ἔθνους πολὺν διατρίψαντες χρόνον μεμαθήκαμεν καὶ πεπληροφορήμεθα. Καί τοι γε ὑπὸ Ῥωμαίοις (4) δύο φυλαὶ μόναι εἶναι ἱστόρηνται, ἥ τε Ἰούδα καὶ Βενιαμίν· ἔστω δὲ καὶ Λευῖτική. Ὁ δὲ (5), παρὰ τὸν λαὸν Ἰούδα, Ἰσραὴλ, δέκα ἦσαν φυλαί· καὶ εἰκὸς, ἀρκεσθέντας τοὺς Ἀσσυρίους τῷ ὑποχειρίους αὐτοὺς ἕχειν. ἐπιτετραφέναι αὐτοῖς τὰ οἰκεῖα δικαστήρια.