Ancient Greek
ΩΡΠΕΝΟΥΣ ΕΠΙΣΤΟΛΗ ΠΡΟΣ ΑΦΡΙΚΑΝΟΝ.
Origen, Epistula ad Africanum 17.1
Not analysed yet
Εὗρόν σου ἐν τῇ ἐπιστολῇ καὶ τοῦτο αὐταῖς λέξεσι τό· «Ἐπὶ δὲ πᾶσι, τοσούτων προωδοιπορηκότων προφητῶν, τῶν τε ἐξῆς οὐδεὶς ἕτερος ἑτέρου κέχρηται ῥητῷ (6) νοήματι· οὐ γὰρ ἐπτώχευσεν ὁ λόγος αὐτῶν ἀληθὴς ὤν· οὑτοσὶ δὲ, ἐκείνων θατέρῳ ἐπαπειλῶν ὑπομιμνήσκει σε (7) λέγοντος τοῦ Κυρίου· Ἀθῶον καὶ δίκαιον οὐκ ἀποκτενεῖς· »καὶ ἐθαύμασα, πῶς πολλὰς διατριβὰς ἕχων ἐν ταῖς ἐξετάσεσι καὶ μελέταις τῆς Γραφῆς, οὐ τετήρηκας συγχρωμένους προφήτας προφητῶν λόγοις σχεδὸν αὐταῖς λέξεσι. Τίς γὰρ οὐκ οἶδε καὶ τῶν πολλῶν πιστῶν κείμενον ἐν τῷ Ἡσσΐᾳ τό· «Ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις ἐμφανὲς τὸ ὅρος Κυρίου· καὶ ὁ οἶκος τοῦ Θεοῦ (8) ἐπ᾿ ἄκρων τῶν ὀρέων, καὶ ὑψωθήσεται ὑπεράνω τῶν βουνῶν, καὶ ἥξουσιν ἐπʼ αὐτὸ πάντα τὰ ἕθνη· καὶ πορεύσονται ἕθνη πολλὰ, καὶ ἐροῦσι· Δεῦτε, ἀνα εἰς τὸ ὄρος τοῦ Κυρίου, καὶ εἰς τὸν οἷκον βῶμεντοῦ Θεοῦ Ἰακώβ· καὶ ἀναγγελεῖ ἡμῖν τὴν ὁδὸν αὐτοῦ, καὶ πορευσόμσθα ἐν αὐτῇ· ἐκ γὰρ Σιὼν ἐξελεύσεται νόμος, καὶ λόγος Κυρίου ἐν Ἱερουσαλήμ (9). Καὶ κρινεῖ ἀνὰ μέσον τῶν ἐθνῶν, καὶ κρινεῖ λαὸν πολύν· καὶ συγκόψουσι τὰς μαχαίρας αὐτῶν εἰς ἄροτρα, καὶ τὰς ζιβύνας αὐτῶν εἰς δρέπανα· καὶ οὐ λήψεται ἕθνος ἐπʼ ἕθνος μάχαιραν· καὶ οὐ μὴ μάθωσιν ἕτι πολεμεῖν. »Τὸ δὲ παραπλήσιον τούτοις lὅλοις, καὶ τῇ αὐτῇ λέξει, ἐν τῷ Μιχαίᾳ οὕτως ἐστὶ γεγραμμένον· «Καὶ ἕσται ἐπʼ ἐσχάτων τῶν ἡμερῶν ἐμφανὲς τὸ ὅρος τοῦ Κυρίου, ἕτοιμον ἐπὶ τὰς κορυφὰς τῶν ὀρέων, καὶ μετεωρισθήσεται ὑπεράνω τῶν βουνῶν· καὶ σπεύσουσιν ἐπʼ αὐτῷ λαοὶ, καὶ πορεύσονται ἕθνη πολλὰ, καὶ ἐροῦσι· Δεῦτε, ἀναβῶμεν εἰς τὸ ὅρος (10) τοῦ Κυρίου, καὶ εἰς τὸν οἶκον τοῦ Θεοῦ Ἰακὼβ, καὶ δείξουσιν ἡμῖν τὴν ὀδὸν αὐτοῦ· καὶ πορευσόμεθα ἐν ταῖς τρίβοις αὐτοῦ· ὅτι ἐκ Σιὼν ἐξελεύσεται νόμος, καὶ λόγος Κυρίου ἐξ Ἱερουσαλήμ. Καὶ κρινεῖ ἀνὰ μέσον λαῶν πολλῶν, καὶ ἐλέγξει ἐπὶ ἕθνη (11) ἰσχυρὰ ἕως εἰς μακρὰν, καὶ κατακόψουσι τὰς μαχαίρας αὐτῶν εἰς ἄροτρα, καὶ τὰς ζιβύνας αὐτῶν εἰς δρέπανα· καὶ οὐκέτι μὴ ἄρῃ ἕθνος ἐπʼ ἕθνος ῥομφαίαν, καὶ οὐκέτι μὴ μάθωσι πολεμεῖν.» Ἔτι δὲ ἐν τῇ πρώτῃ τῶν Παραλειπομένων ὁ τεταγμένος ἐν χειρὶ Ἀσὰφ, καὶ τῶν ἀδελφῶν αὐτοῦ ψαλμὸς, τοῦ αἰνεῖν τὸν Κύριον, οὗ ἡ ἀρχή· «Ἐξομολογεῖσθε καὶ ἐπικαλεῖσθε αὐτὸν ἐν ὀνόματι αὐτοῦ, »ἐν μὲν τοῖς πλείστοις κατὰ τὴν ἀρχὴν ἰσοδυναμεῖ τῷ ρδ΄ ψαλμῷ, ἕως τοῦ· «Καὶ ἐν τοῖς προφήταις μου μὴ πονηρεύεσθε· »μετὰ δὲ τοῦτο τῷ Ϟε΄ ἀπὸ τῆς ἀρχῆς αὐτοῦ ἐγγύς πως ἐχούσης τό· «Ἄσατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ »ἕως τοῦ· «Ὅτι ἕρχεται κρῖναι τὴν γῆν. »Ἐπεὶ δὲ ἦν τὸ παραθέσθαι αὐτὰς τὰς λέξεις πολὺ, διὰ βραχέων πρὸς τὸ προκείμενον ταῦτα εἰρήκαμεν. Εὑρήσεις δὲ καὶ περὶ τοῦ μὴ αἵρειν βάσταγμα ἐν τῇ ἡμέρᾳ τῶν Σαββάτων οὐ μόνον παρὰ Μωϋσεῖ γεγραμμένον, ἀλλὰ καὶ ἐν Ἱερεμίᾳ. Καὶ περὶ τοῦ Πάσχα καὶ νόμων ἱερατικῶν εὑρήσεις παρά τε Μωῦσεῖ καὶ ἐν τοῖς τελευταίοις τοῦ Ἰεζεκιήλ. Καὶ αὐτὰς δʼ ἂν παρεθέμην τὰς λέξεις, καὶ ἅλλας πλείονας, εἰ μὴ ἑώρων ὑπὸ τῆς ὀλιγότητος τῶν ἐν Νικομηδείᾳ ἡμερῶν ἡμῶν ἀποκλειόμενον τὸνχρόνον τῆς πρὸς σὲ γραφῆς.