Ancient Greek
ΩΡΠΕΝΟΥΣ ΕΠΙΣΤΟΛΗ ΠΡΟΣ ΑΦΡΙΚΑΝΟΝ.
Origen, Epistula ad Africanum 18
Not analysed yet
Πρὸς τούτοις ἕφασκες καὶ τὸν τῆς φράσεως χαρακτῆρα διαλλάσσειν· ὅπερ ἐμοὶ οὐ πάνυ τι ἐφάνη. Καὶ ταῦτα μὲν ἀπελογησάμην· ἦν δʼ ἃν προηγουμένως μετὰ τὰ ἐγκλήματα ἐγκώμιον εἰπεῖν τῆς περὶ Σωσάνναν Γραφῆς ἐπιβαίνοντα ἑκάστῃ λέξει, καὶ δεικνύντα τὸ ἐξαίρετον τῶν νενοημένων· ὅπερ ἰδίᾳ τις τῶν φιλομαθῶς καὶ ἱκανῶς μεμελετηκότων τὰ θεῖα συντάξαι δυνήσεται. Ταῦτα πρὸς τὰ, ὡς φὴς, κρούματα ἀπεκρινάμην, καὶ ἀντιγράφω· εἵθε καὶ παιδεύειν δυναίμην. νυνὶ δὲ οὐ τηλικαῦτα ἐμαυτῷ δίδωμι. Προσαγορεύει σε ὁ συναγωνισάμενος τῇ ὑπαγορεύσει τῆς ἐπιστολῆς, καὶ παρατυχὼν πάσῃ αὐτῇ, ἐν οἷς βεβούληται διορθωσάμενος, κύριός μου καὶ ἀδελφὸς ἱερὸς Ἀμβρόσιος (12). Ἀσπάζεται δέ σε καὶ ἡ πιστοτάτη σύμβιος αὐτοῦ Μαρκέλλα ἅμα τοῖς τέκνοις, καὶ Ἀνίκητος (13). Σὺ τὸν καλὸν ἡμῶν πάπαν Ἀπολλινάριον (14) ἅσπασαι, καὶ τοὺς ἀγαπῶντας ἠμᾶς.