Ancient Greek
ΩΡΠΕΝΟΥΣ ΕΠΙΣΤΟΛΗ ΠΡΟΣ ΑΦΡΙΚΑΝΟΝ.
Origen, Epistula ad Africanum 4
Not analysed yet
Καὶ δτε «ἧλΘον οἱ ἄγγελοι τοῦ Θεοῦ παρατῆναι ἐνώπιον τοῦ Θεοῦ (33), καὶ ὁ διάβολος ἦλθε μετʼ αὐτῶν, »τό· «Περιελθὼν τὴν γῆν καὶ ἐμπεριπατήσας ἐν αὐτῇ Ἔτι δὲ οὐκ ἦν παρʼ Ἑβραίοις μετὰ τό· Ὁ Κύριος ἔδωκεν, ὁ Κύριος ἀφείλετο· «Ὡς τῷ Κυρίῳ ἕδοξεν, οὕτω καὶ ἐγένετο. »Πλείονα δὲ ἐν τοῖς ἡμετέροις παρὰ τὰ Ἑβραῖκὰ, ὅτε εἶπε τῷ Ἰὼβ (34) ἡ γυνὴ αὐτοῦ, ἀπὸ τοῦ· «Μέχρι τίνος καρτερήσεις; λέγων· Ἰδοὺ, ἀναμενῶ χρόνον ἕτι μικρὸν προσδεχόμενος τὴν ἐλπίδα τῆς σωτηρίας μου, »ἕως τοῦ· «ἵνα ἀναπαύσωμαι τῶν μόχθων μου καὶ τῶν ὀδυνῶν, αἵ με νῦν συνέχουσι» μόνον γὰρ τὰ ῥητὰ τῆς γυναικὸς ἀναγέγραπται· τό· «Ἀλλʼ εἶπόν τι ῥῆμα πρὸς Κύριον, καὶ τελεύτα. »