Ancient Greek
ΩΡΠΕΝΟΥΣ ΕΠΙΣΤΟΛΗ ΠΡΟΣ ΑΦΡΙΚΑΝΟΝ.
Origen, Epistula ad Africanum 5
Not analysed yet
Πάλιν τε αὖ πλεῖστά τε ὅσα διὰ μέσου ὅλου τοῦ Τὼβ παρʼ Ἑβραίοις μὲν κεῖται, παρʼ ἡμῖν δὲ οὐχί· καὶ πολλάκις μὲν ἔπη (35) τέσσαρα ἢ τρία, ἔσθʼ ὅτε δὲ καὶ δεκατέσσαρα καὶ δεκαεννέα καὶ δεκαέξ. Καὶ τί με δεῖ καταλέγειν ἃ μετὰ πολλοῦ καμάτου ἀνελεξάμεθα, ὑπὲρ τοῦ μὴ λανθάνειν (36) ἡμᾶς τὴν διαφορὰν τῶν παρὰ Ἰουδαίοις καὶ ἡμῖν ἀντιγράφων; Πολλὰ δὲ τοιαῦτα καὶ ἐν τῷ Ἱερεμίᾳ κατενοήσαμεν, ἐν ᾧ καὶ πολλὴν μετάθεσιν καὶ ἐναλλαγὴν(37) τῆς λέξεως τῶν προφητευομένων εὕρομεν. Καὶ ἐν τῇ Γενέσει δὲ τό· «Εἶδεν ὁ Θεὸς, ὅτι καλὸν, »ἐπὶ τῷ γενέσθαι στερέωμα, παρʼ Ἑβραίοις οὐχ εὑρίσκεται (38)· καὶ πρόβλημα δέ ἐστι παρʼ αὐτοῖς οὐ τὸ τυχὸν τοῦτο. Καὶ ἅλλα δὲ ἕστιν εὑρεῖν ἐν τῇ Γενέσει, οἷς σημεῖα παρε-