Ancient Greek
ΩΡΠΕΝΟΥΣ ΕΠΙΣΤΟΛΗ ΠΡΟΣ ΑΦΡΙΚΑΝΟΝ.
Origen, Epistula ad Africanum 7
Not analysed yet
Πρὸς ταῦτα δὲ σκόπει, εἰ μὴ καλὸν μεμνῆσθαι τοῦ· «Οὐ μεταθήσεις ὅρια αἰώνια, ἃ ἔστησαν οἱ πρότεροί σου; »Καὶ ταῦτα δὲ φημὶ οὐχὶ ὅκνῳ τοῦ ἐρευνᾷν καὶ τὰς κατὰ Ἰουδαίους (42) Γραφὰς, καὶ πάσας τὰς ἡμετέρας ταῖς ἐκείνων συγκρίνειν, καὶ ὁρᾷν τὰς ἐν αὐταῖς διαφοράς. Εἰ μὴ φορτικὸν γοῦν εἰπεῖν, ἐπὶ πολὺ τοῦτο, ὅση δύναμις, πεποιήκαμεν, γυμνάζοντες αὑτῶν τὸν νοῦν ἐν πάσαις ταῖς ἐκδόσεσι καὶ ταῖς διαφοραῖς αὐτῶν (43), μετὰ τοῦ ποσῶς μᾶλλον ἀσκεῖν τὴν ἑρμηνείαν τῶν Ο΄· ἵνα μή τι παραχαράττειν δοκοίημεν (44) ταῖς ὑπὸ τὸν οὐρανὸν Ἐκκλησίαις, καὶ προφάσεις διδῶμεν τοῖς ζητοῦσιν ἀφορμὰς, ἐθέλουσι τοὺς ἐν μέσῳ συκοφαντεῖν, καὶ τῶν διαφαινομένων ἐν τῷ κοινῷ κατηγορεῖν. Ἀσκοῦμεν δὲ μὴ ἀγνοεῖν καὶ τὰς παρʼ ἐκείνοις, ἵνα, πρὸς Ἰουδαίους διαλεγόμενοι (45), μὴ προφέρωμεν αὐτοῖς τὰ μὴ κείμενα ἐν τοῖς ἀντιγράφοις αὐτῶν, καὶ ἵνα συγχρησώμεθα τοῖς φερομένοις παρʼ ἐκείνοις· εἰ καὶ ἐν τοῖς ἡμετέροις οὐ κεῖται βιβλίοις· τοιαύτης γὰρ οὕσης ἡμῶν τῆς πρὸς αὐτοὺς ἐν ταῖς ζητήσεσι παρασκευῆς, οὐ καταφρονήσουσιν, οὐδ’ ὡς ἕθος αὐτοῖς, γελάσονται (46)τοὺς ἀπὸ τῶν ἐθνῶν πιστεύοντας, ὡς τʼ ἀληθῆ καὶ παρʼ αὐτοῖς ἀναγεγραμμένα ἀγνοοῦντας. Ταῦτα μὲν οὖν εἰρήσθω πρὸς τὸ μὴ φέρεσθαι παρʼ Ἑβραίοις τὰ περὶ Σωσάννης.