Ancient Greek
ΩΡΠΕΝΟΥΣ ΕΠΙΣΤΟΛΗ ΠΡΟΣ ΑΦΡΙΚΑΝΟΝ.
Origen, Epistula ad Africanum 8
Not analysed yet
Ἴδωμεν δὲ καὶ ἃ προσφέρεις τῷ λόγῳ ἐγκλήματα. Καὶ πρῶτόν γε ἀρξώμεθα ἀπὸ τοῦ δυνηθέντος ἂν δυσωπῆσαι πρὸς τὸ μὴ παραδέξασθαι τὴν ἱστορίαν (47)· ὅπερ ἐστὶ τὸ περὶ τὴν παρωνυμίαν πρίνου μὲν πρὸς, πρίσιν, σχίνου δὲ πρὸς σχίσιν· περὶ οὗ σὺ μὲν ἀπεφήνω, ὡς καταλαβὼν τίνα τρόπον ἐν μὲν ἑλληνικαῖς φωναῖς τοιαῦτα ὁμοφωνεῖν συμβαίνει, ἐν δὲ τῇ Ἑβραΐδι τῷ παντὶ (48) διέστηκεν· ἐγὼ δὲ ἕτι ἀμφιβάλλω· ἐπείπερ φροντίσας τῶν κατὰ τὸν τόπον, τῷ καὶ αὐτὸς ἠπορηκέναι ἐν αὐτοῖς, οὐκ ὀλίγοις Ἑβραίοις ἀνεθέμην πυνθανόμενος, πῶς παρ ʼαὐτοῖς ὀνομάζεται πρῖνος, καὶ πῶς λέγουσι τὸ πρίζειν· ἕτι δὲ εἰς τί μεταλαμβάνουσι (49) τὴν σχῖνον τὸ φυτὸν, καὶ πῶς τὸ σχίζειν ὀνομάζουσιν. Οἱ δὲ τὴν Ἑλληνικὴν ἔφασκον ἀγνοεῖν φωνὴν τὴν πρίνου καὶ τὴν σχίνου· ἀπῄτουν δὲ αὐτοῖς δειχθῆναι τὰ δένδρα, ἵνʼ εἵδειεν ποίας ἐπὶ τούτων αὐτοὶ (50) τάσσουσι φωνάς. Καὶ (φίλη γὰρ ἡ ἀλήθεια), οὐκ ἠπόρησα αὐτοῖς ὅψει παραστῆσαι τὰ ξύλα. Ἄλλος δὲ ἕφασκε τὰ μὴ ὀνομασθέντα τῶν Γραφῶν ποὺ οὐκ ἕχειν διαβεβαιώσασθαι, ὅπως Ἑβραῖστὶ λέγεται· προπετὲς δὲ εἶναι, τὸν ἀπορήσαντα φωνῇ τῇ Συριακῇ χρήσασθαι ἀντὶ τῆς Ἑβραΐδος (51)· καὶ ἕλεγε, καὶ παρὰ τοῖς πάνυ σοφοῖς ἐνίοτε λέξεις τινὰς ζητεῖσθαι. Εἰ μὲν οὖν, φησὶ, ἕχεις τι παραστῆσαι τὴν σχῖνον ὅπως ποτὲ ὀνομασθεῖσαν ἔν τινι Γραφῇ, ἢ τὴν πρῖνον, ἐκεῖθεν ἂν εὕροιμεν τὸ ζητούμενον, καὶ τὴν παρʼ αὐτὰ παρωνυμίαν· εἰ δὲ μηδαμοῦ ὠνομάσθη, καὶ ἡμᾶς διαλανθάνει τὸ τοιοῦτον. Τούτων οὖν ὅσον ἐπὶ μὴ ἱστορίᾳ ὑπὸ Ἑβραίων, οἷς συνέμιξα, εἰρημένων, ἐγὼ μὲν εὐλαβῶς ἕχω ἀποφήνασθαι, πότερον καὶ παρʼ Ἑβραίοις ἡ ἰσοδυναμία τῶν κατὰ ταῦτα παρωνυμιῶν σώζεται, ἢ οὔ· σὺ δὲ ὅπως διεβεβαιώσω, αὐτὸς σἶδας ἴσως.