Ancient Greek
ΨΑΛ. ΛϚ΄.
Origen, Excerpta in Psalmos [Dub.] 16
Not analysed yet
Στίχ. ιϚ΄. Κρεῖσσον ὀλίγον τῷ δικαίῳ ὑπὲρ πλοῦτον ἁμαρτωλῶν πολύν. Ἔχει μὲν οὖν ἡ λέξις αὐτόθεν ὠφέλιμόν τι τοῖς ἀκεραιοτέροις· ἔχει δέ τι καὶ κεκρυμμένως εἰρημένον τοῖς βαθύτερον ἀκούειν τῆς Γραφῆς ἐπισταμένοις. Τὸ οὖν ἁπλούστερον τοιοῦτόν ἐστι· Βιοποριστοῦσι δίκαιοι καὶ ἄδικοι. Ἀλλʼ οἱ μὲν τοσοῦτον ζητοῦσι τὸ τῆς χρείας, ὅσον τὸ τῆς διλ̣?οσύνης· καὶ ἢ οὐ πορίζουσιν, ἢ ἅνευ ἀδικίας, χρωννύντες τὸ ποριζόμενον τῇ δικαιοσύνῃ. Οἱ δὲ ὅλως νενεύκασιν ἐπὶ τὸν πορισμὸν, ὅπως πολλὰ κτήσωσιν, οὐ ζητοῦντες εἰ καλῶς κτήσονται. Δύο οὖν προκειμένων, τοῦ τε ὀλίγου λήμματος μετὰ δικαιοσύνης, καὶ τοῦ πολλοῦ μετὰ ἀδικίας· Κρεῖσσον ὀλίγον τῷ δικαίῳ ὑπὲρ πλοῦτον ἁμαρτωλῶν πολύν. Ἴδωμεν δὲ καὶ τὸ ἀνακεχωρηκός. Κρεῖσσόν ἐστι πιστὸν ἰδιώτην εἶναι, οὐδὲ ἀνοῖξαι τὸ στόμα δυνάμενον, ἢ πλουτεῖν τῷ λόγῳ προφορικῷ καὶ τοῖς μαθήμασιν ἐν κακίᾳ ἢ ἀπιστίᾳ.