Ancient Greek
ΨΑΛ. ΛϚ΄.
Origen, Excerpta in Psalmos [Dub.] 17
Not analysed yet
Στίχ. ιζ΄. Ὅτι βραχίονες ἁμαρτωλῶν συντριβήσονται· ὑποστηρίζει δὲ τοὺς δικαίους ὁ Κύριος. Ἐὰν ἴδῃς τὸν τόνον καὶ τὴν δύναμιν συντετριμμένην τοῦ ἀσεβοῦς, ὥστε μὴ δύνασθαι αὐτὸν ἐκτεῖναι τὴν χεῖρα ἐπὶ πρᾶξιν ἀγαθὴν (συντετριμμένη γάρ ἐστιν), ὄψει, ὅτι πεπλήρωται τό· Βραχίονες ἁμαρτωλῶν συντριβήσονται. Ὁ δὲ συντρίβων, ὁ διάβολός ἐστι. Πᾶς μέντοι ἄνθρωπος ἀσθενὴς, καὶ τὸ ὅσον ἐφʼ ἑαυτῷ καταπίπτει, καὶ δέεται τοῦ ὑποστηρίζοντος τοὺς καταπίπτοντας, καὶ ἀνορθοῦντος τοὺς κατεῤῥαγμένους.