Ancient Greek · ~2 min
1 to 2
Origen, Expositio in Proverbia (fragmenta e catenis) 1-20-2
Not analysed yet
Εἰ θυμὸς δρακόντων ὁ οἶνος αὐτῶν, ἀκόλαστον δὲ ὁ οἶνος, ἀκόλαστος ἄρα ὁ θυμὸς, ἀκολάστους ποιῶν τοὺς ἀνθρώπους· καὶ ὑβριστικὸν ἡ ὀργή· γίνεται γὰρ ἀπὸ ζέοντος θυμοῦ· εἰ δὲ οἴνου οἱ Ναζαραῖοι κατὰ τὸν νόμον ἀπέχονται, θυμοῦ ἄρα τοὺς Ναζαραίους ἐκτὸς εἶναι νενομοθέτηται. Ἐνταῦθα τὸν Χριστὸν ἄντικρυς εἴρηκε βασιλέα· ὁ γὰρ τοῦτον διὰ τῶν ἁμαρτιῶν παροξύνων, ἁμαρτάνει εἰς τὴν ἑαυτοῦ ψυχήν.