Ancient Greek · ~2 min
CAP. XX.
Origen, Expositio in Proverbia (fragmenta e catenis) 3-12
Not analysed yet
Ὥσπερ ὁ ἄφρων τὸ ὄνειδος οὐκ αἰσχύνεται, οὕτως ὁ δανεισάμενος σῖτον σπεῖραι ἐν ἀμητῷ ἤδη ὅτι ἐκ τοῦ γεωργίου αὐτοῦ ἀποδοθήσεται τῷ δανείσαντι, κἂν τύχῃ ἀποθανεῖν τὸν δανεισθέντα. —Εἰ ἔστιν ἐν ἀμητῷ σῖτον δανείσασθαι παρὰ τῶν ἐργασαμένων ἐν τοῖς ἔξ ἔτεσι τὴν ἑαυτῶν γῆν, τουτέστι παρὰ τῶν τῆς πρὸ τοῦ Χριστοῦ παρουσίας ἐν τοῖς ἓξ αἰῶσι λαμψάντων δικαίων καὶ προφητῶν τὰς ἀρετὰς μιμήσασθαι, τῶν καὶ τρεφόντων ἐν τῷ ἑβδόμῳ ἔτει χήραν καὶ ὀρφανοὺς, εἰς τὸ ἀνταποδοθῆναι αὐτοῖς ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν τὸν μισθὸν τῆς ἐνδείξεως τῶν ἀρετῶν, ὡς ἀπαρχὴ γεγονότες τῶν ἀρετῶν.