Ancient Greek · ~1 min
1 to 2
Origen, Expositio in Proverbia (fragmenta e catenis) 1-21-2
Not analysed yet
Ἐκβάλλει τὸ ῥητὸν τοῦτο τὴν διὰ τῶν ἀλόγων ζώων θυσίαν· θυσία γὰρ τῷ Θεῷ πνεῦμα συντετριμμένον. Εἰ ἁγνὰ καὶ ὀρθὰ ἔργα Κυρίου, ἓν δὲ τῶν ἔργων αὐτοῦ ἐστι καὶ ὁ νοῦς, ὀρθὸς ἄρα ἐκτίσθη καὶ ἁγνὸς παρὰ τοῦ Θεοῦ ὁ νοῦς, καὶ ὀρθὸν ὀφείλομεν διαφυλάττειν αὐτὸν πρὸς αὐτὸν ἐκ τῶν ἐπερχομένων ἡμῖν παρὰ τοῦ πονηροῦ κακῶν.