Ancient Greek · ~4 min
CAP. XX.
Origen, Expositio in Proverbia (fragmenta e catenis) 14-3
Not analysed yet
Ταμιεῖα κοιλίας ἐστὶν ὁ νοῦς, ἡ καρδία, καὶ ἡ γνῶσις, ἔνθα πάντα τὰ θεῖά τε καὶ ἀσεβῆ ἐναποτίθενται διδάγματα· ὥσπερ δέ τις λύχνον ἅψας, τῶν ἐν τοῖς ταμιείοις κειμένων εὑρεῖν τι βούλεται, οὕτως ὁ Κύριος τῷ φωτὶ τῆς γνώσεως αὐτοῦ ἐρευνᾷ τὰ ταμιεῖα τῶν ἐν λόγοις καὶ πράξεσιν ἀνθρώπων· τοῖς δὲ τὴν γνῶσιν τοῦ Κυρίου ἐπισταμένοις ἀνθρώποις, φῶς ἐστιν αὐτοῖς· εἰ οὖν τὸ φῶς τοῦ Κυρίου, ἡ γνῶσις τοῦ Κυρίου ἐστὶ, τὸ δὲ φῶς τοῦ Κυρίου ἡ πνοὴ τῶν ἀνθρώπων, ἄρα ἡ γνῶσις τοῦ Κυρίου πνοὴ τῶν ἀνθρώπων ἐστί· τὸν δὲ ἐν ἀγνοία διάβολον φαίνειν δοκοῦντα, λύχνον ὠνόμασεν ἐκκενοῦντα τὸν νοῦν τῶν ἀγαθῶν γνώσεων, καὶ μετασχηματιζόμενον εἰς ἄγγελον φωτός· ἐπεὶ δὲ τὸ φῶς τοῦ Κυρίου, οὐχ εἵλαντο γνῶναι οὐδὲ πορεύεσθαι ἐν αὐτῷ, τὴν ἄγνοιαν ὡς φῶς ἐλογίζοντο οἱ ἀσεβεῖς· εἰ δὲ τὴν ἄγνοιαν ὡς φῶς εἶχον, δηλονότι καὶ τὰ ἔργα τοῦ τῆς ἀγνοίας ἐφευρετοῦ διαβόλου ἔπραττον· οἱ δὲ τῇ ἀγνοίᾳ αὐτοῦ συμπορευθέντες, σὺν αὐτῷ ἔσονται εἰς αἰῶνας αἰώνων· οἱ δὲ τῇ γνώσει τοῦ Κυρίου, σὺν τῷ Κυρίῳ.