Ancient Greek · ~3 min
1 to 3
Origen, Expositio in Proverbia (fragmenta e catenis) 1-22-3
Not analysed yet
Τὴν σημαινομένην ἀρετὴν ὑπὸ οἰκείου ὀνόματος, ὄνομα εἶπε καλόν· τοῦτο γάρ ἐστι καὶ καλὸν τὸ ὅνομα, ὅπερ ἔχει τὸ σημαινόμενον ἀγαθόν· οὕτως οὐδὲ τὴν ἄδικον γυναῖκα Δικαιοσύνην καλουμένην ἐπαινέσομεν, ἀλλὰ τὴν ἔχουσαν τὴν δικαιοσύνην, κἂν ἀδικία νομίζηται· ὑπὲρ δὲ ἀργύριον καὶ χρυσίον, σοφία λεῖκή. Συναντῶσιν ἀλλήλοις, ὁ μὲν πλούσιος διὰ τῶν ἐλεημοσυνῶν καθαιρῶν τὸν θυμὸν, καὶ κτώμενος τὴν ἀγάπην· ὁ δὲ, διὰ τῆς πενίας τὸ ταπεινοφρονεῖν διδασκόμενος· τὸν μὲν γὰρ, θέλει παιδεύεσθαι· τὸν δὲ, μεταδιδόναι· ὥστε τὸν μὲν εὐχάριστον εἶναι, τὸν δὲ ἐλεήμονα. Ζωὴν καὶ δόξαν καὶ πλοῦτον οὐράνιον κληρονομήσει ὁ σοφίαν καὶ φόβον Κυρίου ἔχων· πάσας γὰρ τὰς γενέσεις ἔσχε Νῶε· ταύτας Ἀβραάμ· ταύτας καὶ οἱ παρὰ Πέτρου μαθητευθέντες.