Ancient Greek · ~6 min
7 to 12
Origen, Expositio in Proverbia (fragmenta e catenis) 7-11-12
Not analysed yet
Σοφία Κυρίου ἀναπαύσεται ἐν καρδίᾳ δικαίου σοφοῦ· ἄφρονες δὲ ἄνδρες διαβάλλουσιν αὐτὴν τοῦ φθεῖραι. Ἡ σοφία ἐστὶ πόλις ὀχυρὰ, ἐν ᾗ οἱ σοφοὶ κατοικοῦσι, λογισμοὺς καθαιροῦντες, καὶ πᾶν ὕψωμε ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ. —Πόλεις ὀχυράς φησιν τὰς ὀχυρωθείσας καὶ κατακρατηθείσας ψυχὰς ὑπὸ τῶν ἀσεβῶν δαιμόνων καὶ πονηρῶν ἀνθρώπων, τῶν ἐπαιρομένων κατὰ τῆς γνώσεως τοῦ Θεοῦ· ὧν τὸ ὀχύρωμα ἐπιβὰς ὁ σοφὸς, καὶ τὴν δοκοῦσαν ἀσφάλειαν αὐτῶν, τῇ οὕτως σοφίᾳ περιφραχθεὶς καθεῖλεν. Στόμα καὶ γλῶσσαν καὶ νοῦν, θυμὸν καὶ ἐπιθυμίαν ὅς φυλάσσει, διατηρεῖ ἐκ τῆς ἐν κρίσει θλίψεως τὴν ψυχὴν αὐτοῦ. Αὐτός ἐστι διαφόρως ἐπινοούμενος· θρασὺς μὲν γὰρ, ὁ πᾶν ὁτιοῦν ἀφόβως ἐπιτελῶν· αὐθάδης, ὁ ἀνεπικρίτως ἐλευθεριάζειν βουλόμενος· ἀλαζὼν. ὁ μείζοσιν ἑαυτὸν ἤπερ ἔχει σεμνύνων· λοιμὸς, ὁ πρὸς τῷ ἑαυτὸν καταβλάπτειν, καὶ ἑτέροις μεταδιδούς· τοσοῦτον γάρ ἐστι βλαπτικὸς, ὡς καὶ ἄλλοις μεταδιδόναι κακίας· ὅς δὲ μνησικακεῖ, παράνομος. Ἔστι γὰρ καὶ ἀγαθὴ ἐπιθυμία· ἀγγέλων μὲν οὖν τὸ μὴ ἐπιθυμεῖν ποτε ἐπιθυμίας κακίας· δαιμόνων δὲ τὸ ἀεὶ κακὰς ἐπιθυμεῖν· ἀνθρώπων, τὸ ποτὲ μὲν ἐπιθυμεῖν. ποτὲ δὲ μή· τὸ δὲ ὅλην τὴν ἡμέραν, ἀντὶ διʼ ὅλου τοῦ βίου· τοιοῦτόν ἐστι καὶ τὸ, Ἐν φόβῳ Κυρίου ἴσθι ὅλην τὴν ἡμέραν, ἀντὶ τοῦ δι᾿ ὅλου τοῦ βίου. Ἵππον λέγει τὸν νοῦν, τὸν πολεμούμενον ὑπὸ τοῦ διαβόλου, καὶ ἀντιπολεμοῦντα· Ἐπιβήσῃ γὰρ, φησὶν, ἐπὶ τοὺς ἵππους σου· καὶ ἡ ἱππασία σου, σωτηρία· καὶ ἐπὶ τοῦ Παύλου ὁ Κύριος· Τοῦ βαστάσαι τὸ ὄνομά μου, φησί.