Ancient Greek · ~3 min
CAP. XXIII.
Origen, Expositio in Proverbia (fragmenta e catenis) 1-23
Not analysed yet
Δυνάστην ἐνταῦθα τὸν διάβολόν φησιν· τράπεζαι δὲ αὐτοῦ εἰσι ψευδομαρτυρίαι, λοιδορίαι, καταλαλιαὶ, συμβουλίαι κακαὶ, ἐπιθυμίαι αἰσχραὶ, καὶ πᾶν ὁτιοῦν σατανικὸν ἐπιτήδευμα· ταῦτα δὲ παρατιθέμενά σοι ὑπὸ τοῦ πονηροῦ, νοητῶς νόει, καὶ ἐπίβαλε τὴν διάνοιάν σου, ὅ ἐστιν ἡ χείρ· εἰδὼς ὅτι τοιαῦτά σε δεἴ παρασκευάσαι, οἷα καὶ συμπαρεστάναι σοι ὀφείλουσιν ἐν ἡμέρᾳ Κυρίου, ὅτε ἀπονέμει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ· εἰ δὲ ἀπεληστότερος εἶ, καὶ ὀρέγῃ τῶν ὑψηλῶν καὶ πλειόνων καὶ μειζόνων, ἅτινά εἰσι θεῖα καὶ Θεοῦ. μὴ ἐπιθύμει τῶν τοῦ πονηροῦ ἐδεσμάτων· ταῦτα γὰρ ἔχεται ζωῆς προσκαίρου, ὅ ἐστι ψευδοῦς· δεῖ δὲ τὴν θείαν Γραφὴν νοητῶς νοεῖσθαι καὶ πνευματικῶς· ἡ γὰρ κατὰ τὴν ἱστορίαν αἰσθητὴ γνῶσις, οὐκ ἔστιν ἀληθής (15).