Ancient Greek · ~3 min
CAP. XXII.
Origen, Expositio in Proverbia (fragmenta e catenis) 15-2
Not analysed yet
θἱ τοὺς φαύλους ἀναδεχόμενοι λογισμοὺς, καὶ ἐν τούτῳ τιμῶντες τὸν πονηρὸν, σπουδαζέτωσανὅση δύναμις διὰ τῶν ἀγαθῶν λογισμῶν ἀποδιδόναι τοὺς χείρονας· ἐὰν γὰρ μὴ ἰσχύσωσι τοῦτο ποιῆσαι, λήψονται τὸ στρῶμα τὸ ὑπὸ τὰς πλευρὰς τῆς ψυχῆς, τουτέστι τὴν ἀρετήν. Ὁ μετατιθεὶς τὰ ὅρια τῆς θεοσεβείας, δεισιδαιμονίαν ἢ ἀσέβειαν αὐτὴν ἀποδείκνυσι· καὶ ὁ μετατιθεὶς τὰ ὅρια τῆς ἀνδρείας, θρασύτητα ἢ δειλίαν αὐτὴν ἀπεργάζεται· ὡσαύτως δὲ καὶ ἐπὶ τῶν ἄλλων ἀρετῶν, καὶ ἐπὶ τῶν δογμάτων, καὶ ἐπʼ αὐτῆς τῆς πίστεως νοητέον· μάλιστα δὲ τοῦτο τηρητέον ἐπὶ τῆς ἁγίας Τριάδος· ὁ γὰρ μὴ θεολογῶν τὸ Πνεῦμα τὸ ἅγιον, διαλύει τὸ βάπτισμα· ὁ δὲ καὶ ἄλλους τινὰς ὀνομάζων θεοὺς, δῆμον εἰσάγει θεῶν· ἢ καὶ τὰς περὶ πράγματος ἑκάστου πατρικὰς διατάξεις, καὶ τούτου χάριν μένειν ὀφειλούσας, μὴ μετακινεῖν δεῖ.