Ancient Greek · ~3 min
CAP. XXX VULG. LAT.
Origen, Expositio in Proverbia (fragmenta e catenis) 1-25
Not analysed yet
Ἡ φθορὰ ταῦτα ἀγαπᾷ τὰ πράγματα, ᾄδην, ἔρωτα, καὶ γυναῖκα πορνικήν· οὐδὲ γὰρ ταῦτα πέρας οὐδὲ κόρον ἔχει· τρία δέ ἐστιν ἃ καὶ πλησθήσεται· καὶ ἡ τετάρτη, οὐκ ἠρκέσθη εἰπεῖν ἔκανόν ᾄδης καὶ ἔρως γυναικὸς, καὶ γῆ οὐκ ἐμπιμπλαμένη ὕδατος· καὶ ὕδωρ, καὶ πῦρ, οὐκ εἶπον ἀρκεῖ· ἀεὶ τὰ σπέρματα δέχεται, οἷα ἐὰν καταβάλῃς, ἐφίεται· οὕτω καὶ ὁ θάνατος καὶ τὸ πῦρ, ἐφ᾿ οἷσπερ ἐφίεται, διαφθείρει· τοιοῦτόν τι καὶ ἡ πενία· ἀναλωτικὰ ταῦτα τὰ πράγματα· τοιοῦτόν τι καὶ ὁ ὄκνος καὶ ἡ ἀργία· ἐπειδὴ γὰρ θαυμάζει ἴσως τις, διὰ τί κόρον οὐκ ἔχει ὁ ᾄδης, καίτοι δαπανῶν τὸν ἄνθρωπον, διὰ τοῦτο, φησὶν, οὐδὲ ταῦτα κόρον ἔχει, οὐδὲ ἵστανταί που· ὅρα δὲ τίνα παρέβαλε τὴν πορνείαν τῷ ᾄδῃ.