Ancient Greek · ~1 min
11 to 12
Origen, Expositio in Proverbia (fragmenta e catenis) 11-4-12
Not analysed yet
Εἴ τὲ γὰρ ἄκανθαι, εἴτε κτήνη, ἀπόλλυσιν αὐτὸ, ἐὰν μὴ εἴη ὁ περικαθαίρων καὶ φυλάττων· ὡσαύτως καὶ ἄφρων ἡ κακία ἐστὶν ὁ νύσσων αὐτὸν εἰς τὰ τὴν βασιλείαν προξενοῦντα. Φραγμός ἐστιν ἀπάθεια ψυχῆς λογικῆς, ἐκ τῶν πρακτικῶν ἀρετῶν συνεστῶσα· κατασκάπτεται δὲ καὶ ἀφανίζεται τῇ τοῦ ἄφρονος προαιρέσει.