Ancient Greek · ~1 min
CAP. III.
Origen, Expositio in Proverbia (fragmenta e catenis) 1-3
Not analysed yet
Οὗτος ἐπιλανθάνεται τοῦ νόμου, ὁ μὴ νομίμως βιούς· οὗτος δὲ μέμνηται τοῦ νόμου, ὁ ζῶν κατʼ αὐτόν· καὶ οὗτος τηρεῖ τὰ ῥήματα τοῦ Θεοῦ, ὁ μὴ μόνον ποιῶν αὐτὰ, ἀλλὰ καὶ ἄλλοις συμβουλευόμενος. Οὗτος δὲ ἀπόλλυσιν αὐτὰ, ὁ μὴ βουλόμενος πράττειν αὐτὰ, καὶ ἑτέρους κωλύων· οὐ γὰρ οἱ ἀκροαταὶ τοῦ νόμου δικαιωθήσονται.