Ancient Greek
CAP. II.
Origen, Expositio in Proverbia (fragmenta e catenis) 5-2
Not analysed yet
Ὅσοι καταλαμβάνονται ὑπὸ ἐνιαυτῶν ζωῆς, διὰ τῶν ἔργων τῆς μελλούσης ἀειζώου ζωῆς, οὗτοι καταλαμβάνουσι τρίβους εὐθείας τῆς ἀταράχου καὶ ἀδιαστάτου ζωῆς· οὐ καταλαμβάνονται ὑπὸ τῶν οἰκτειρμῶν αὐτοῦ εἰς τὰς τρίβους τῆς εὐθείας ἀειζωῒας. —Διώκοντας γὰρ δικαιοσύνην ἀγαπᾷ Κύριος, καὶ οὐ μὴ συγκαταλάβηται αὐτοὺς ἡ τοῦ πονηροῦ βουλὴ· οὐ καταλαμβάνουσι δὲ τρίβους εὐθείας ζωῆς· οὐδὲ μὴ ἀντιστρέψουσιν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ, οἱ τῷ διαβόλῳ πεποιθότες.